Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 20 Φεβρουαρίου 2017

ΔΕΥΤΕΡΑ ΤΗΣ ΤΥΡΙΝΗΣ


ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

Λιχνευσάμενοι, τὴν πρώτην ὑπέστημεν γύμνωσιν, ἡττηθέντες τῆς πικρᾶς γεύσεως, καὶ τοῦ Θεοῦ ἐξόριστοι γεγόναμεν, ἀλλ' ἐπανάγωμεν πρὸς μετάνοιαν, καὶ τὰς αἰσθήσεις ἐκκαθάρωμεν πρὸς ἃς ὁ πόλεμος, ἐπεισόδιον τὴν νηστείαν ποιούμενοι, ἐλπίδι χάριτος, τὰς καρδίας βεβαιούμενοι, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατήσαντες, καὶ βρωθήσεται ἡμῖν ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἐν τῇ ἱερᾷ καὶ φωτοφόρῳ νυκτὶ τῆς ἐγέρσεως, τὸ ὑπὲρ ἡμῶν ἀχθὲν σφάγιον, τὸ τοῖς Μαθηταῖς κοινωνῆσαν, ἐν ἑσπέρᾳ τοῦ μυστηρίου, καὶ σκότους λύον τὴν ἀγνωσίαν, ἐν τῷ φωτὶ τῆς αὐτοῦ Ἀναστάσεως.

ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ ΤΥΡΙΝΗΣ

ΠΡΩΪ ΕΝ ΤΩ ΟΡΘΡΩ

 νέῳκται τῆς θείας, μετανοίας τὰ πρόθυρα, προσέλθωμεν προθύμως, ἁγνισθέντες τὰ σώματα, βρωμάτων, καὶ παθῶν τὴν ἀποχήν, ποιοῦντες ὡς ὑπήκοοι Χριστοῦ, τοῦ καλέσαντος τὸν κόσμον, εἰς βασιλείαν τὴν ἐπουράνιον, δεκάτας τοῦ παντὸς ἐνιαυτοῦ, προσφέροντες τῷ πάντων Βασιλεῖ, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, πόθῳ κατίδωμεν.

 Φαιδρὰ προεόρτια, τῆς ἐγκρατείας, λαμπρὰ τὰ προοίμια τῆς νηστείας σήμερον· διὸ συνδράμωμεν, ἐν πεποιθήσει ἀδελφοί, καὶ προθυμίᾳ πολλῇ. 

ρχὴ κατανύξεως, καὶ μετανοίας, κακῶν ἀλλοτρίωσις, καὶ παθῶν ἐγκράτεια· διὸ σπουδάσωμεν, ἀποκοπὴν τῶν πονηρῶν, ἔργων ποιήσασθαι.  

 δοὺ προηνέῳκται, τῆς μετανοίας, ἡ θύρα φιλόθεοι, δεῦτε οὖν σπουδάσωμεν, τοῦ εἰσελθεῖν δι' αὐτῆς, πρὶν κλείσῃ ταύτην ὁ Χριστός, ὡς ἀναξίοις ἡμῖν. 

 Τὸ ἔαρ μηνύουσα, ἤγγικεν αὕτη, ἡ νῦν προκαθάρσιος, Ἑβδομὰς ἡ πάνσεπτος, τῶν ἱερῶν Νηστειῶν, τὰ σώματα καὶ τὰς ψυχάς, πάντων φωτίζουσα. 

 Τὸν βίον μου ἅπαντα, ἀσώτως δαπανῶν, πολίταις ἐδούλευσα, πικροῖς καὶ πονηροῖς· ἀλλά με ποθοῦντα, πρὸς τοὺς σοὺς οἰκτιρμούς, νῦν ἐπαναστρέψαι, Χριστὲ μὴ ὑπερίδῃς. 

 Τοῦ Κάϊν τὴν δύστηνον, ἐπόθησα ζωήν, τοῦ νοῦ τὸ ἀξίωμα, νεκρώσας ἀληθῶς, καὶ τρέμω τὴν κρίσιν, εὐεργέτα τὴν σήν, μή με κατακρίνῃς, σὺν τούτῳ εἰς αἰῶνας. 

 Οὗτος ὁ καιρός ἐστι, τῆς μετανοίας· διὸ εὐφρόνως ἐναρξώμεθα, ἀδελφοὶ ἐκβοῶντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. 

 Εἰρηνικῇ καταστάσει, εἰλικρινεῖ διαθέσει, τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, ὑποδεξώμεθα πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, ὧν ἕκαστος ἐπλημμέλησεν, ὅπως τῆς ἐκεῖθεν, ἐπιτύχωμεν χαρᾶς.

 Ἰδοὺ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, τῶν Νηστειῶν εἰσαγωγή. Διανάστα ψυχή μου, τῷ εὐεργέτῃ καὶ Θεῷ, θερμῶς διαλλάγηθι, τῆς κρίσεως, ὅπως φύγῃς ἐκείνης τῆς δικαίας, καὶ φρικτῆς ὡς ἀληθῶς.  

 Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, μὴ καθαρίσωμεν κακῶς, ἀκρασίᾳ, καὶ μέθῃ, ἀλλ' ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, ληψόμενοι ἀφθαρσίας στεφάνους, καὶ τῶν πόνων, ἐπαξίως τοὺς καρπούς. 

 Εἰσῆκται καιρὸς ψυχή μου, ὁ τῆς μετανοίας, μὴ ἀμέλει, πεινῶσι δίδου ἄρτον, προσεύχου τῷ Κυρίῳ, καθ' ἡμέραν καὶ νύκτα, καὶ ὥραν ἵνα σώσῃ σε. 

 Κρεῶν καὶ λοιπῶν βρωμάτων, ὥσπερ ἀποχὴν ἐποιησάμεθα, οὕτω καὶ πᾶσαν ἔχθραν, πρὸς τοὺς πλησίον ἅμα, πορνείαν τε καὶ ψεῦδος, καὶ πᾶν κακὸν ἐκφύγωμεν. 

 Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.
  


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου