Εχθές εις τον Εσπερινόν και σήμερα εις την ακολουθία του Όρθρου το Τριώδιο μίλησε σ' εμάς με τα εξής λόγια:
Διὰ
νηστείας καθαρθῆναι σπεύσωμεν, τοῦ ῥύπου τῶν πταισμάτων ἡμῶν, καὶ δι'
ἐλέους καὶ φιλανθρωπίας, τῆς πρὸς τοὺς πένητας, εἰσελθεῖν εἰς τὸν νυμφῶνα
τοῦ νυμφίου Χριστοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.
Ὑπεράγαθε Λόγε σὺν τῷ Πατρί, καὶ τῷ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφίᾳ σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθείᾳ, εὐδόκησον εὔσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτῳ ψυχῇ, ἐν προθύμῳ τῷ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου.
Ὡς
ὄρθρος ἐξέλαμψεν, ἡμῖν τῆς μετανοίας, ἀκτῖνας τὰ προπύλαια, λαμπρῶς τῆς
ἐγκρατείας.
Τοῦ
σκότους με λύτρωσαι, Χριστὲ τοῦ ἐξωτέρου τῷ πλήθει τοῦ ἐλέους σου, ὡς
μόνος ἐλεήμων.
Πυρός
με ἐξάρπασον, καὶ σκώληκος Σωτήρ, τοῦ ἀκοιμήτου, μετανοίας ἐμμελείᾳ
καθαρθέντα.
Καιρὸς
μετανοίας
ἐφέστηκε,
σπεύσωμεν
φιλόχριστοι,
καθαρθῆναι
πάντων
τῶν
πταισμάτων,
καὶ
ὀφθῆναι
τῷ
Δεσπότῃ
μακάριοι.
Νηστείαν
καθαρὰν
ἀναμάρτητον,
σπεύσωμεν
τελέσωμεν,
νῦν
ἀδιαλείπτως,
ἵνα
εὕρωμεν
πταισμάτων
ἄφεσιν.
Ὑπάρχεις
γὰρ Χριστὲ πολυέλεος, πάντας ἀγαθέ, ἀεὶ προσδεχόμενος, ἐν μετανοίᾳ· διὸ
πάντες σε ἀεὶ δοξάζομεν.
Μεταμελείας
ὁ καιρός, μετανοίας ἐπιδείξασθαι, καρποὺς ἀξίους, τῷ Θεῷ ψυχῇ μου, σπεῦσον
διανάστηθι, καὶ βόησον ἐκτενῶς, ἐν νηστείαις καὶ εὐχαῖς. Ὑμνεῖτε,
εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Προκαθαρθῶμεν
ἀδελφοί, τῆς ψυχῆς τὰ αἰσθητήρια, καὶ τῷ Κυρίῳ νῦν προσκολληθῶμεν, τρόποις
κατανύξεως, βοῶντες εἰλικρινῶς, μετανοίᾳ καθαρᾷ· Ὑμνεῖτε, εὐλογεῖτε, καὶ
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὸν
ἐνεδρεύοντα ἐχθρόν, λιχνοτέραις ἐνθυμήσεσι, καὶ ἀκρασίᾳ ἡδονῆς βραχείας,
θέλγοντα τὴν αἴσθησιν, νεκρῶσαι σπουδάσωμεν ἐπιμόνῳ προσευχῇ, ὑμνοῦντες
εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Προκαθαρθῶμεν
νυνί, μὴ τοῖς βρώμασι μόνον, ἀλλὰ καὶ ταῖς πράξεσι, καὶ ἀρξώμεθα πιστοὶ
θερμῇ τῇ διανοίᾳ, ἵνα τῷ κτίστῃ φαιδροί, ὀφθῶμεν εἰς αἰῶνας.
Οὕτως
ἡμᾶς νηστεύειν δεῖ, μὴ ἐν ἔχθρᾳ καὶ μάχῃ, μὴ ἐν φθόνῳ καὶ ἔριδι, μὴ ἐν
κενοδοξίᾳ, καὶ δόλῳ κεκρυμμένῳ, ἀλλὰ καθὼς ὁ Χριστός, ἐν ταπεινοφροσύνῃ.
Οἴμοι! τί φρικῶδες ἐκεῖνο, τὸ ἀδέκαστον Βῆμα, ἐν ᾧ μέλλομεν γυμνοί, ποιεῖσθαι λόγον, ὧν ἐν τῷ βίῳ κακῶν διεπράξαμεν!
Πάντες ἐν προθύμῳ καρδίᾳ, τῆς ἁγίας Νηστείας, τὰ προπύλαια λαμπρῶς συνεισελθόντες, εὐχαρίστους δὲ ᾠδάς, τῷ Χριστῷ προσενέγκωμεν.
Νῦν προκαθαιρώμεθα, ἐν νηστείᾳ, καὶ δάκρυσι, καὶ μεγίστοις κατορθώμασιν, ἵνα εὕρωμεν μέγα ἔλεος.
Νῦν μιμησώμεθα, τὸν Ἠλίαν νηστεύοντα, καὶ φεύγοντα τὴν Ἰεζάβελ, τὴν πονηράν, ἵνα οὕτως ἀναληφθῶμεν ἐκ γῆς.
Ἀσμένως λαοί, τὴν Νηστείαν ἀσπασώμεθα· ἔφθασε γὰρ τῶν πνευματικῶν ἀγώνων ἡ ἀρχή, ἀφήσωμεν τῆς σαρκὸς τὴν εὐπάθειαν, αὐξήσωμεν τῆς ψυχῆς τὰ χαρίσματα, συγκακοπαθήσωμεν ὡς δοῦλοι Χριστοῦ, ἵνα καὶ συνδοξασθῶμεν ὡς τέκνα Θεοῦ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν οἰκῆσαν, φωτίσῃ τὰς ψυχὰς ἡμῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου