ΕΠΙΛΟΓΗ ΑΠΟ ΤΟΥΣ ΚΑΤΑΝΥΚΤΙΚΟΥΣ ΥΜΝΟΥΣ ΤΟΥ ΤΡΙΩΔΙΟΥ ΠΟΥ ΑΚΟΥΣΤΗΚΑΝ ΧΘΕΣ ΚΑΙ ΣΗΜΕΡΑ!!!
Τῼ
ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ
Στολὴν
θεοΰφαντον,
ἀπεξεδύθην ὁ τάλας,
σοῦ τὸ
θεῖον πρόσταγμα,
παρακούσας Κύριε,
συμβουλίᾳ ἐχθροῦ· καὶ συκῆς φύλλα δέ,
καί τοὺς
δερματίνους,
νῦν
χιτῶνας περιβέβλημαι· ἱδρῶτι κέκριμαι· ἄρτον μοχθηρὸν κατεσθίειν γάρ,
ἀκάνθας
καὶ τριβόλους δέ,
φέρειν
μοι ἡ γῆ κεκατήραται.
Ἀλλ' ὁ
ἐν ὑστέροις, τοῖς χρόνοις ἐκ Παρθένου σαρκωθείς, ἀνακαλέσας εἰσάγαγε, πάλιν εἰς
Παράδεισον.
Παράδεισε
πάντιμε,
τὸ
ὡραιότατον κάλλος,
θεόκτιστον σκήνωμα,
εὐφροσύνη ἄληκτε,
καὶ
ἀπόλαυσις,
δόξα τῶν
Δικαίων,
Προφητῶν
τερπνότης,
καὶ
Ἁγίων οἰκητήριον,
ἤχῳ τῶν
φύλλων σου,
Πλάστην
τὸν τῶν ὅλων ἱκέτευε,
τὰς
πύλας ὑπανοῖξαί μοι,
ἃς τῇ
παραβάσει ἀπέκλεισα· καὶ ἀξιωθῆναι,
τοῦ
ξύλου τῆς ζωῆς μεταλαβεῖν,
καὶ τῆς
χαρᾶς,
ἧς τὸ
πρότερον,
ἐν σοὶ
κατετρύφησα.
Ἀδὰμ
ἐξωστράκισται,
παρακοῇ
Παραδείσου,
καὶ
τρυφῆς ἐκβέβληται,
γυναικὸς
τοῖς ῥήμασιν ἀπατώμενος,
καὶ
γυμνὸς κάθηται,
τοῦ
χωρίου οἴμοι!
ἐναντίον
ὀδυρόμενος.
Διὸ
σπουδάσωμεν, πάντες τὸν καιρὸν ὑποδέξασθαι, νηστείας ὑπακούοντες, εὐαγγελικῶν
παραδόσεων, ἵνα διὰ τούτων, εὐάρεστοι γενόμενοι Χριστῷ, τοῦ Παραδείσου τὴν
οἴκησιν, πάλιν ἀπολάβωμεν.
Ἐκάθισεν Ἀδάμ,
ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ
πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι
γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ' ὦ Παράδεισε, τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι
οὐκέτι σου τῆς τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ
ἧς καὶ προσελήφθην. Ἐλεῆμον Οἰκτίρμον βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.
Ἥλιος ἀκτῖνας
ἔκρυψεν, ἡ σελήνη σὺν τοῖς ἄστροις εἰς αἷμα μετετράπη· ὄρη ἔφριξαν, βουνοὶ
ἐτρόμαξαν, ὅτε Παράδεισος ἐκλείσθη. Ἐκβαίνων ὁ Ἀδάμ, χερσὶ τύπτων τὰς ὄψεις,
ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.
Ἐξεβλήθη Ἀδὰμ
τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο,
ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν
ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε
ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ
ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ
Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς
ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.
ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΩΙ ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τῆς μετανοίας
ἄνοιξόν μοι πύλας Ζωοδότα· ὀρθρίζει γὰρ τὸ πνεῦμά μου πρὸς ναὸν τὸν ἅγιόν σου,
ναὸν φέρον τοῦ σώματος ὅλον ἐσπιλωμένον· ἀλλ' ὡς Οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ
σου ἐλέει.
Τῆς σωτηρίας
εὔθυνόν μοι τρίβους Θεοτόκε· αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς
ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης
ἀκαθαρσίας.
Τὰ πλήθη τῶν
πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως·
ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ
Θεός, κατὰ τὸ μέγα σου ἔλεος.
Δεῦρο ψυχή μου
ἀθλία, κλαῦσον τὰ σοί, πεπραγμένα σήμερον, μνημονεύουσα τῆς πρίν, ἐν Ἐδὲμ
γυμνώσεως, δι΄ ἧς, ἐξεβλήθης τῆς τρυφῆς, καὶ τῆς ἀλήκτου χαρᾶς.
Οἴμοι ψυχή μου
ἀθλία!
τῶν ἐν
Ἐδέμ,
ἀπολαύειν εἴληφας,
ἐξουσίαν
ἐκ Θεοῦ,
μὴ
φαγεῖν δὲ γνώσεως καρπόν,
προσετάγης,
ἵνα τί,
παρέβης
νόμον Θεοῦ;
Ὄφις ὁ δόλιος
ποτέ, τὴν τιμήν μου φθονήσας, ἐψιθύρισε δόλον, τῆς Εὔας ἐν τοῖς ὠσίν, ἐξ ἧς ἐγώ,
πλανηθεὶς ἐξωρίσθην, οἴμοι! τοῦ χοροῦ τῆς ζωῆς.
Οἴμοι ἀθλία μου
ψυχή!
πῶς οὐκ
ἔγνως τὸν δόλον;
πῶς οὐκ
ᾔσθου τῆς πλάνης,
καὶ τοῦ
φθόνου τοῦ ἐχθροῦ;
ἀλλ'
ἐσκοτίσθης,
τὸν νοῦν,
καὶ
παρέβης,
ἐντολὴν
τοῦ Κτίστου σου;
Ἐξεβλήθη ὁ
Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ
φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός,
ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω
θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.
Νῦν ὁ καιρὸς
τῶν ἀρετῶν ἐπεφάνη, καὶ ἐπὶ θύραις ὁ Κριτής, μὴ στυγνάσωμεν, ἀλλὰ δεῦτε
νηστεύοντες προσάξωμεν, δάκρυα κατάνυξιν καὶ ἐλεημοσύνην, κράζοντες· Ἡμάρτομεν,
ὑπὲρ ψάμμον θαλάσσης. Ἀλλ' ἄνες πᾶσι πάντων Λυτρωτά, ἵνα καὶ σχῶμεν τὸν ἄφθαρτον
στέφανον.
Τιμῆς ἠξίωμαι,
ἐγὼ ὁ ἄθλιος, παρὰ σοῦ τοῦ Δεσπότου ἐν τῇ Ἐδέμ, οἴμοι πῶς πεπλάνημαι, καὶ
διαβόλῳ, φθονηθείς, ἀπερρίφην τοῦ προσώπου σου!
Ἐμὲ θρηνήσατε,
Ἀγγέλων
τάγματα,
Παραδείσου τὰ κάλλη καὶ τῶν φυτῶν,
τῶν ἐκεῖ
εὐπρέπεια,
τὸν
πλανηθέντα δυστυχῶς καὶ Θεοῦ ἀποσκιρτήσαντα.
Οὐκέτι βλέπω σε,
οὐκ
ἀπολαύω σου,
τῆς
ἡδίστης καὶ θείας μαρμαρυγῆς,
πάντιμε
Παράδεισε· γυμνὸς γὰρ ἔρριμαι εἰς γῆν,
παροργίσας τὸν Ποιήσαντα.
Φθονήσας πάλαι
μοι ὁ ἐχθρός, τῆς ἐν Παραδείσῳ εὐτυχοῦς, ἀναστροφῆς ὁ μισάνθρωπος, ὄφεως ἐν
εἴδει με ὑπεσκέλισε, καὶ δόξης ἀϊδίου ξένον με ἔδειξε.
Θρηνῶ καὶ
κόπτομαι τὴν ψυχήν,
καὶ τοῖς
ὀφθαλμοῖς ἐπιζητῶ,
πλήθη
δακρύων προστίθεσθαι,
ὅταν
ἀποβλέψω,
καὶ
καταμάθω μου,
τὴν
γύμνωσιν ἣν ἔσχον,
ἐκ
παραβάσεως.
Ψυχὴ παναθλία
μου,
ἐμακρύνθης ἐκ Θεοῦ,
διὰ
ἀπροσεξίας σου,
Παραδείσου ἐστέρησαι τῆς τρυφῆς,
Ἀγγέλων
κεχώρισαι,
εἰς
φθορὰν κατηνέχθης,
ὢ τοῦ
πτώματος!
Ἐλέησον
οἴκτειρον,
Παντοκράτορ ὁ Θεός,
τῶν σῶν
χειρῶν τὸ ποίημα,
μὴ
παρίδῃς με δέομαι Ἀγαθέ,
τὸν
ἀποχωρίσαντα,
ἐμαυτὸν
τῆς χορείας τῶν Ἀγγέλων σου.
Τῆς σοφίας
ὁδηγέ, φρονήσεως χορηγέ, τῶν ἀφρόνων παιδευτά, καὶ πτωχῶν ὑπερασπιστά, στήριξον,
συνέτισον τὴν καρδίαν μου Δέσποτα. Σὺ δίδου μοι λόγον, ὁ τοῦ Πατρός Λόγος· ἰδοὺ
γὰρ τὰ χείλη μου, οὐ μὴ κωλύσω ἐν τῷ κράζειν σοι· Ἐλεῆμον, ἐλέησόν με τὸν
παραπεσόντα.
Παράδεισε
πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν
κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν
παραπεσόντα.
Ἐτραυμάτισεν ὁ
ὄφις ὁ παμπόνηρος,
ὅλην μου
τὴν ψυχὴν φθονερῶς,
Παραδείσου δὲ τῆς τρυφῆς,
ἐξόριστον ποιεῖ,
ἀλλ'
ὦ
εὐσυμπάθητε Σωτήρ,
μὴ
ὑπερίδῃς ὡς Θεός,
ἀλλ'
ἀνακάλεσαί με.
Ἑρπετῶν καὶ
θηρίων δεσπότης γέγονας,
ἑρπετῷ
ψυχοφθόρῳ,
πῶς
προσωμίλησας,
σύμβουλον λαβών,
ὡς εὐθῆ
τὸν ἀλάστορα;
ὢ τῆς
σῆς ἀπάτης,
ψυχή μου
παναθλία!
Θεὲ τῶν ὅλων,
ἐλέους
Κύριε,
εἰς τὴν
ἐμὴν ταπείνωσιν,
εὐσπλάγχνως ἐπίβλεψον,
καὶ μὴ
πόρρω πέμψῃς με τῆς θείας Ἐδέμ,
ὅπως
βλέπων τὰ κάλλη· ὅθεν ἐκπέπτωκα,
σπεύσω
πάλιν θρήνοις,
προσλαβεῖν ἅπερ ἀπώλεσα.
Θρηνῶ,
στενάζω,
καὶ
ἀποδύρομαι,
τὰ
Χερουβὶμ φλογίνῃ τῇ ῥομφαίᾳ θεώμενος,
τῆς
εἴσοδον φυλάττειν ταχθέν,
πᾶσι
τοῖς Ἐδὲμ τὴν παραβάταις,
οἴμοι!
ἀπρόσιτον,
εἰμὴ σὺ
ἀκώλυτον Σωτήρ,
ταύτην
ποιήσεις μοι.
Θαρρῶ τῷ πλήθει,
τῷ τοῦ
ἐλέους σου,
Χριστὲ
Σωτήρ,
καὶ
θείας ἐκ πλευρᾶς σου τῷ Αἵματι,
δι'
οὗ
καθηγίασας τὴν φύσιν βροτῶν,
ἤνοιξας
δὲ τὰς πύλας,
τοῖς σοὶ
λατρεύουσι,
τὰς τοῦ
Παραδείσου Ἀγαθέ,
τὰς πρὶν
κλεισθείσας Ἀδάμ.
Τῆς ἐντολῆς σου
Κύριε, παρήκουσα ὁ ἄθλιος, καὶ γυμνωθεὶς τῆς σῆς δόξης, αἰσχύνης πέπλησμαι,
οἴμοι! καὶ τῆς τρυφῆς ἐκβέβλημαι, τοῦ Παραδείσου εὔσπλαγχνε. Ἐλεῆμον ἐλέησον,
τὸν στερηθέντα δικαίως, τῆς ἀγαθότητος τῆς σῆς.
Ἀποικισθέντες
Κύριε, Παραδείσου τὸ πρῶτον, διὰ τῆς ξύλου βρώσεως, ἀντεισήγαγες πάλιν, διὰ
Σταυροῦ καὶ τοῦ Πάθους, σοῦ Σωτὴρ καὶ Θεέ μου, δι' οὗ ἡμᾶς ὀχύρωσον, τὴν
Νηστείαν πληρῶσαι, ἁγνοπρεπῶς, καὶ τὴν θείαν Ἔγερσιν προσκυνῆσαι, τὸ Πάσχα τὸ
σωτήριον, σὲ Τεκούσης πρεσβείαις.
Οἴμοι! ὁ Ἀδάμ,
ἐν θρήνῳ κέκραγεν, ὅτι ὄφις καὶ γυνή, θεϊκῆς παρρησίας με ἔξωσαν, καὶ Παραδείσου
τῆς τρυφῆς ξύλου βρῶσις ἡλλοτρίωσεν. Οἴμοι! οὐ φέρω λοιπόν τὸ ὄνειδος, ὁ ποτὲ
βασιλεὺς τῶν ἐπιγείων πάντων κτισμάτων Θεοῦ, νῦν αἰχμάλωτος ὤφθην, ὑπὸ μιᾶς
ἀθέσμου συμβουλῆς, καὶ ὁ ποτὲ δόξαν ἀθανασίας ἠμφιεσμένος, τῆς νεκρώσεως τὴν
δοράν, ὡς θνητὸς ἐλεεινῶς περιφέρω. Οἴμοι! τίνα τῶν θρήνων συνεργάτην ποιήσομαι;
Ἀλλὰ σὺ Φιλάνθρωπε, ὁ ἐκ γῆς δημιουργήσας με, εὐσπλαγχνίαν φορέσας, τῆς δουλείας
τοῦ ἐχθροῦ, ἀνακάλεσαι καὶ σῶσόν με.
Τὸ στάδιον τῶν
ἀρετῶν ἠνέῳκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς
Νηστείας ἀγῶνα· οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες
τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄρρηκτον
κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν
ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν.
Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν
τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Ἀδὰμ τοῦ
Παραδείσου διώκεται, τροφῆς μεταλαβὼν ὡς παρήκοος, Μωσῆς θεόπτης ἐχρημάτισε,
νηστείᾳ τὰ ὄμματα, τῆς ψυχῆς καθηράμενος. Διὸ τοῦ Παραδείσου οἰκήτορες γενέσθαι
ἐπιποθοῦντες, ἀπαλλαγῶμεν τῆς ἀλυσιτελοῦς τροφῆς, καὶ Θεὸν καθορᾷν ἐφιέμενοι,
Μωσαϊκῶς τὴν τετράδα, τῆς δεκάδος νηστεύσωμεν, προσευχῇ καὶ τῇ δεήσει,
εἰλικρινῶς προσκαρτεροῦντες, κατευνάσωμεν τῆς ψυχῆς τὰ παθήματα, ἀποσοβήσωμεν
τῆς σαρκὸς τὰ οἰδήματα, κοῦφοι πρὸς τὴν ἄνω πορείαν μετίωμεν, ὅπου αἱ τῶν
Ἀγγέλων χορεῖαι, ἀσιγήτοις φωναῖς, τὴν ἀδιαίρετον ἀνυμνοῦσι Τριάδα, καθορᾷν τὸ
ἀμήχανον κάλλος, καὶ δεσποτικόν. Ἐκεῖ ἀξίωσον ἡμᾶς, Υἱὲ Θεοῦ ζωοδότα, τούς ἐπὶ
σοὶ πεποιθότας, συγχορεῦσαι ταῖς τῶν Ἀγγέλων στρατιαῖς, ταῖς τῆς τεκούσης σε
Μητρὸς Χριστὲ πρεσβείαις, καὶ Ἀποστόλων, καὶ τῶν Μαρτύρων, καὶ πάντων τῶν Ἁγίων.
Ἔφθασε καιρός,
ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ
τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παρρησία· δι' αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ
Κτίστῃ συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο· Κύριε, δι' αὐτῆς
ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τὴν ἁγίαν Ἀνάστασιν, ὡς
φιλάνθρωπος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου