Ζαχαριας 8
ΚΑΙ
ἐγένετο λόγος Κυρίου
παντοκράτορος λέγων· 2 τάδε
λέγει Κύριος παντοκράτωρ·
ἐζήλωκα τὴν ῾Ιερουσαλὴμ
καὶ τὴν Σιὼν ζῆλον μέγαν
καὶ θυμῷ μεγάλῳ ἐζήλωκα
αὐτήν. 3 τάδε λέγει
Κύριος· ἐπιστρέψω ἐπὶ
Σιὼν καὶ κατασκηνώσω ἐν
μέσῳ ῾Ιερουαλήμ, καὶ
κληθήσεται ἡ ῾Ιερουσαλὴμ
πόλις ἀληθινὴ καὶ τὸ ὄρος
Κυρίου παντοκράτορος ὄρος
ἅγιον. 4 τάδε λέγει Κύριος
παντοκράτωρ· ἔτι καθήσονται
πρεσβύτεροι καὶ πρεσβύτεραι
ἐν ταῖς πλατείαις
῾Ιερουσαλήμ, ἕκαστος τὴν
ράβδον αὐτοῦ ἔχων ἐν τῇ
χειρὶ αὐτοῦ ἀπὸ πλήθους
ἡμερῶν· 5 καὶ αἱ πλατεῖαι
τῆς πόλεως πλησθήσονται
παιδαρίων καὶ κορασίων
παιζόντων ἐν ταῖς πλατείαις
αὐτῆς. 6 τάδε λέγει Κύριος
παντοκράτωρ· εἰ ἀδυνατήσει
ἐνώπιον τῶν καταλοίπων τοῦ
λαοῦ τούτου ἐν ταῖς
ἡμέραις ἐκείναις, μὴ καὶ
ἐνώπιόν μου ἀδυνατήσει;
λέγει Κύριος παντοκράτωρ. 7
τάδε λέγει Κύριος
παντοκράτωρ· ἰδοὺ ἐγὼ
σῴζω τὸν λαόν μου ἀπὸ γῆς
ἀνατολῶν καὶ ἀπὸ γῆς
δυσμῶν 8 καὶ εἰσάξω
αὐτοὺς καὶ κατασκηνώσω ἐν
μέσῳ ῾Ιερουσαλήμ, καὶ
ἔσονται ἐμοὶ εἰς λαόν,
κἀγὼ ἔσομαι αὐτοῖς εἰς
Θεὸν ἐν ἀληθείᾳ καὶ ἐν
δικαιοσύνῃ. 9 τάδε λέγει
Κύριος παντοκράτωρ·
κατισχυέτωσαν αἱ χεῖρες
ὑμῶν τῶν ἀκουόντων ἐν
ταῖς ἡμέραις ταύταις τοὺς
λόγους τούτους ἐκ στόματος
τῶν προφητῶν, ἀφ᾿ ἧς
ἡμέρας τεθεμελίωται ὁ οἶκος
Κυρίου παντοκράτορος, καὶ ὁ
ναὸς ἀφ᾿ οὗ ᾠκοδόμηται. 10
διότι πρὸ τῶν ἡμερῶν
ἐκείνων ὁ μισθὸς τῶν
ἀνθρώπων οὐκ ἔσται εἰς
ὄνησιν, καὶ ὁ μισθὸς τῶν
κτηνῶν οὐχ ὑπάρξει, καὶ
τῷ ἐκπορευομένῳ καὶ τῷ
εἰσπορευομένῳ οὐκ ἔσται
εἰρήνη ἀπὸ τῆς
θλίψεως· καὶ ἐξαποστελῶ
πάντας τοὺς ἀνθρώπους,
ἕκαστον ἐπὶ τὸν πλησίον
αὐτοῦ. 11 καὶ νῦν οὐ κατὰ
τάς ἡμέρας τὰς ἔμπροσθεν
ἐγὼ ποιῶ τοῖς καταλοίποις
τοῦ λαοῦ τούτου, λέγει
Κύριος παντοκράτωρ, 12 ἀλλ᾿ ἢ
δείξω εἰρήνην· ἡ ἄμπελος
δώσει τὸν καρπὸν αὐτῆς,
καὶ ἡ γῆ δώσει τὰ
γεννήματα αὐτῆς, καὶ ὁ
οὐρανὸς δώσει τὴν δρόσον
αὐτοῦ, καὶ κατακληρονομήσω
τοῖς καταλοίποις τοῦ λαοῦ μου
τούτου ταῦτα πάντα. 13 καὶ
ἔσται ὃν τρόπον ἦτε ἐν
κατάρᾳ ἐν τοῖς ἔθνεσιν ὁ
οἶκος ᾿Ιούδα καὶ οἶκος
᾿Ισραήλ, οὕτως διασώσω
ὑμᾶς καὶ ἔσεσθε ἐν
εὐλογίᾳ· θαρσεῖτε καὶ
κατισχύετε ἐν ταῖς χερσὶν
ὑμῶν. 14 διότι τάδε λέγει
Κύριος παντοκράτωρ· ὃν
τρόπον διενοήθην τοῦ κακῶσαι
ὑμᾶς ἐν τῷ παροργίσαι με
τοὺς πατέρας ὑμῶν, λέγει
Κύριος παντοκράτωρ, καὶ οὐ
μετενόησα, 15 οὕτως παρατέταγμαι
καὶ διανενόημαι ἐν ταῖς
ἡμέραις ταύταις τοῦ καλῶς
ποιῆσαι τὴν ῾Ιερουσαλὴμ καὶ
τὸν οἶκον ᾿Ιούδα·
θαρσεῖτε. 16 οὗτοι οἱ λόγοι,
οὓς ποιήσετε· λαλεῖτε
ἀλήθειαν ἕκαστος πρὸς τὸν
πλησίον αὐτοῦ, ἀλήθειαν
καὶ κρίμα εἰρηνικὸν κρίνατε
ἐν ταῖς πύλαις ὑμῶν, 17 καί
ἕκαστος τὴν κακίαν τοῦ
πλησίον αὐτοῦ μὴ λογίζεσθε
ἐν ταῖς καρδίαις ὑμῶν καὶ
ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε,
διότι ταῦτα πάντα ἐμίσησα,
λέγει Κύριος παντοκράτωρ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου