Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 25 Μαΐου 2020

ΠΑΣΧΑ ΕΝ ΔΙΩΓΜΩ ΚΑΙ ΕΝ ΛΟΙΜΩ ΣΤΗΝ ΑΛΕΞΑΝΔΡΕΙΑ



 
  Η παρακάτω Επιστολή του Αγίου Διονυσίου Αλεξανδρείας, την οποία διέσωσε ο Ευσέβιος Καισαρείας στην Εκκλησιαστική Ιστορία του, μας γνωστοποιήθηκε από έναν αγαπητό εν Χριστώ Αδελφό, τον οποίο ευχαριστούμε θερμώς. Σε αυτήν αναφέρεται ο εορτασμός του Πάσχα στην Αλεξάνδρεια κατά την περίοδο των φρικτών διωγμών κατά των Χριστιανών από τον Δέκιο (249-251), αλλά και η συμπεριφορά του κόσμου λίγο αργότερα όταν εμφανίστηκε λοιμός στην Αίγυπτο. Στην πρώτη περίπτωση, κάθε ιδιαίτερος τόπος είτε χωράφι, είτε έρημος, είτε πλοίο, είτε ξενοδοχείο, είτε φυλακή, έγινε για τους Χριστιανούς, χώρος πανηγύρεως, ενώ την πιο λαμπρή εορτή τέλεσαν οι, άρτι σφαγιασθέντες για την Πίστη, Μάρτυρες στον ουρανό! Μόλις δε εμφανίστηκε ο λοιμός δόθηκε αφορμή να καταδειχθεί η δύναμη της αυταπαρνήσεως των αληθινών Χριστιανών· διότι ενώ οι εθνικοί (στους οποίους τα κρούσματα ήταν ασυγκρίτως περισσότερα από όσα στους Χριστιανούς) πετούσαν τους αρρώστους συγγενείς τους, αλλά και τα πτώματα των αποθανόντων, στους δρόμους, οι Χριστιανοί με αυταπάρνηση, και χωρίς προφυλάξεις, περιέθαλπαν τους πρώτους, ενώ φρόντιζαν και για την ταφή των νεκρών, με αποτέλεσμα να αρρωσταίνουν και οι ίδιοι και να πεθαίνουν, θεωρούμενοι και αυτοί ως Μάρτυρες! Ας απολαύσουμε το πατερικό κείμενο, αναλογιζόμενοι το δικό μας επίπεδο. 

Διονυσίου Ἀλεξανδρείας (Εὐσεβίου. Ἐκκλ. Ἱστορία VII, 22) Μετὰ ταῦτα λοιμικῆς τὸν πόλεμον διαλαβούσης νόσου τῆς τε ἑορτῆς πλη­σιαζούσης, αὖθις διὰ γραφῆς τοῖς ἀδελφοῖς ὁμιλεῖ, τὰ τῆς συμφορᾶς ἐπισημαι­νόμενος πάθη διὰ τούτων·

«τοῖς μὲν ἄλλοις ἀνθρώποις οὐκ ἂν δόξειεν καιρὸς ἑορτῆς εἶναι τὰ παρόντα, οὐδὲ ἔστιν αὐτοῖς οὔτε οὗτος οὔτε τις ἕτερος, οὐχ ὅπως τῶν ἐπιλύπων, ἀλλ᾿ οὐδ᾿ εἴ τις περιχαρής, ὃν οἰηθεῖεν μάλιστα. νῦν μέν γε θρῆνοι πάντα, καὶ πενθοῦσιν πάντες, καὶ περιηχοῦσιν οἰμωγαὶ τὴν πόλιν  διὰ τὸ πλῆθος τῶν τεθνη­κότων καὶ τῶν ἀποθνῃσκόντων ὁσημέραι· ὡς γὰρ ἐπὶ τῶν πρωτοτόκων τῶν Αἰ­γυπτίων γέγραπται, οὕτως καὶ νῦν ἐγενήθη κραυγὴ μεγάλη· οὐ γὰρ ἔστιν οἰκία, ἐν ᾗ οὐκ ἔστιν ἐν αὐτῇ τεθνηκώς, καὶ ὄφελόν γε εἷς. πολλὰ μὲν γὰρ καὶ δεινὰ καὶ τὰ πρὸ τούτου συμβεβηκότα· πρῶτον μὲν ἡμᾶς ἤλασαν, καὶ μόνοι πρὸς ἁπάντων διω­κόμενοι καὶ θανατούμενοι ἑωρτάσαμεν καὶ τότε, καὶ πᾶς ὁ τῆς καθ᾿ ἕκαστον θλίψεως τόπος πανηγυ­ρικὸν ἡμῖν γέγονε χωρίον, ἀγρὸς ἐρημία ναῦς παν­­δο­χεῖον δε­σμωτήριον, φαιδροτάτην δὲ πασῶν ἤγαγον ἑορτὴν οἱ τέλειοι μάρτυρες, εὐω­χηθέντες ἐν οὐρανῷ· μετὰ δὲ ταῦτα πόλεμος καὶ λιμὸς ἐπέλαβεν, ἃ τοῖς ἔθνεσι συνδιηνέγκαμεν, μόνοι μὲν ὑποστάντες ὅσα ἡμῖν ἐλυμήναντο, παραπολαύσαντες δὲ καὶ ὧν ἀλλήλους εἰργάσαντό τε καὶ πεπόνθασιν, καὶ τῇ Χριστοῦ πάλιν ἐνηυ­φράν­θημεν εἰρήνῃ, ἣν μόνοις ἡμῖν δέδωκεν· βραχυτάτης δὲ ἡμῶν τε καὶ αὐτῶν τυχόντων ἀναπνοῆς, ἐπικατέσκηψεν ἡ νόσος αὕτη, πρᾶγμα φόβου τε παντὸς φοβερώτερον ἐκείνοις καὶ συμφορᾶς ἧστινος οὖν σχετλιώτερον καὶ ὡς ἴδιός τις αὐτῶν ἀπήγγειλεν συγγραφεύς, πρᾶγμα μόνον δὴ τῶν πάντων ἐλπίδος κρεῖσσον γενόμενον, ἡμῖν δὲ οὐ τοιοῦτο μέν, γυμνάσιον δὲ καὶ δοκίμιον οὐδενὸς τῶν ἄλλων ἔλαττον. ἀπέσχετο μὲν γὰρ οὐδὲ ἡμῶν, πολλὴ δὲ ἐξῆλθεν εἰς τὰ ἔθνη».
τούτοις ἑξῆς ἐπιφέρει λέγων·
«οἱ γοῦν πλεῖστοι τῶν ἀδελφῶν ἡμῶν δι᾿ ὑπερβάλλουσαν ἀγάπην καὶ φιλα­δελφίαν ἀφειδοῦν­τες ἑαυτῶν καὶ ἀλλήλων ἐχόμενοι, ἐπισκοποῦντες ἀφυλάκτως τοὺς νοσοῦντας, λιπαρῶς ὑπηρετούμενοι, θεραπεύοντες ἐν Χριστῷ, συναπηλ­λάτ­τοντο ἐκείνοις ἀσμενέστατα, τοῦ παρ᾿ ἑτέρων ἀναπιμπλάμενοι πάθους καὶ τὴν νόσον ἐφ᾿ ἑαυτοὺς ἕλκοντες ἀπὸ τῶν πλησίον καὶ ἑκόντες ἀναμασσόμενοι τὰς ἀλγηδόνας. καὶ πολλοὶ νοσοκομήσαντες καὶ ῥώσαντες ἑτέρους, ἐτελεύτησαν αὐ­τοί, τὸν ἐκείνων θάνατον εἰς ἑαυτοὺς μεταστησάμενοι καὶ τὸ δημῶδες ῥῆμα, μόνης ἀεὶ δοκοῦν φιλοφροσύνης ἔχεσθαι, ἔργῳ δὴ τότε πληροῦντες, ἀπιόντες αὐτῶν περίψημα. οἱ  γοῦν ἄριστοι τῶν παρ᾿ ἡμῖν ἀδελφῶν τοῦτον τὸν τρόπον ἐξεχώρησαν τοῦ βίου, πρεσβύτεροί τέ τινες καὶ διάκονοι καὶ τῶν ἀπὸ τοῦ λαοῦ, λίαν ἐπαινούμενοι, ὡς καὶ τοῦ θανάτου τοῦτο τὸ εἶδος, διὰ πολλὴν εὐσέβειαν καὶ πίστιν ἰσχυρὰν  γινόμενον, μηδὲν ἀποδεῖν μαρτυρίου δοκεῖν. καὶ τὰ  σώματα δὲ τῶν ἁγίων ὑπτίαις χερσὶ καὶ κόλποις ὑπολαμβάνοντες καθαιροῦντές τε ὀφθαλμοὺς καὶ στόματα συγκλείοντες ὠμοφοροῦντές τε καὶ διατιθέντες, προσκολλώμενοι, συμπλε­κόμε­νοι, λουτροῖς τε καὶ περιστολαῖς κατακοσμοῦντες, μετὰ μικρὸν ἐτύγχανον τῶν ἴσων, ἀεὶ τῶν ὑπολειπο­μένων ἐφεπομένων τοῖς πρὸ αὐτῶν. τὰ δέ γε ἔθνη πᾶν  τοὐναντίον· καὶ νοσεῖν ἀρχομένους ἀπωθοῦντο καὶ ἀπέφευγον τοὺς φιλτάτους κἀν ταῖς ὁδοῖς ἐρρίπτουν ἡμιθνῆτας καὶ νεκροὺς ἀτάφους ἀπεσκυβαλίζοντο, τὴν τοῦ θανάτου διάδοσιν καὶ κοινωνίαν ἐκτρεπόμενοι, ἣν οὐκ ἦν καὶ πολλὰ μηχανωμένοις ἐκκλῖναι ῥᾴδιον».
  Μετὰ δὲ καὶ ταύτην τὴν ἐπιστολήν, εἰρηνευσάντων τῶν κατὰ τὴν πόλιν, τοῖς κατ᾿ Αἴγυπτον ἀδελφοῖς ἑορταστικὴν αὖθις ἐπιστέλλει γραφήν, καὶ ἐπὶ ταύτῃ πάλιν  ἄλλας διατυποῦται· φέρεται δέ τις αὐτοῦ καὶ περὶ σαββάτου καὶ ἄλλη περὶ γυμνασίου.

Πηγή: ΙΣΤΟΛΟΓΙΟ ''ΚΡΥΦΟ ΣΧΟΛΕΙΟ''.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου