Αναζήτηση αυτού του ιστολογίου

Παρασκευή 25 Δεκεμβρίου 2020

Ο ΑΓΙΟΣ ΣΠΥΡΙΔΩΝΑΣ ΣΥΜΦΩΝΑ ΜΕ ΤΗΝ ΥΜΝΩΔΙΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

 

 


1. Ἀρχιερέων Κανών, τῆς Ἐκκλησίας ἀδιάσειστον ἔρεισμα, τὸ κλέος τῶν Ὀρθοδόξων, ἡ τῶν θαυμάτων πηγή, τῆς ἀγάπης ῥεῖθρον μὴ κενούμενον, φωστὴρ ὁ πολύφωτος, τὸ τοῦ Πνεύματος ὄργανον, ὁ νοῦς ὁ θεῖος, ὁ πραΰς καὶ ἀκέραιος, ὁ ἁπλότητι, ἀληθεῖ καλλυνόμενος· Ἄνθρωπε ἐπουράνιε, ἐπίγειε Ἄγγελε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοῦ Χριστοῦ φίλος γνήσιος.

2. Πατέρων ἀγλάϊσμα, Σπυρίδων σοφέ, καὶ ἀκροθίνιον.

3 Ιερώτατος, θεόληπτος.

4. Ηγιασμένος Ιεράρχης Κυρίου, τον την χάριτος πλάκας δεξάμενον θείας δόξης Τὸν ἐκ κοιλίας ἡγιασμένον Ἱεράρχην Κυρίου, ἀνευφημήσωμεν νῦν Σπυρίδωνα, τὸν τῆς χάριτος πλάκας δεξάμενον θείας δόξης, καὶ ἐν θαύμασι περιβόητον πᾶσι, καὶ ὡς θερμὸν καὶ αὐτόπτην τῆς θείας ἐλλάμψεως, ὡς τῶν πενήτων προστάτην, καὶ τῶν ἁμαρτανόντων ψυχαγωγόν· οὗτος γὰρ θύων τῷ βήματι τοῦ Χριστοῦ, Ἱεράρχης πιστός ἀναδέδεικται..

5. Ἄκακος εὐθύς, καὶ πρᾶος συμπαθής τε, καὶ ἀνεξίκακος γεγένησαι, ἀγάπῃ φιλόξενος, Ἱεράρχης ἱερώτατος, φρονήματι κοσμούμενος..

6. Πολύφωτε ἥλιε, Πατέρων ἐγκαλλώπισμα, Ἱερέων τὸ κλέος, Ἀγγέλων σύσκηνε..

7. Πνευματοφόρος, μακάριος, σοφός Ιεράρχης, θεομακάριστος Πατήρ θαυματουργός, του αμπελώνος εργάτης δια της πίστεως, θεοφόρος.

8. Ὅσιε Πάτερ, Ἱεράρχα ἀοίδιμε, ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ θείου Πνεύματος καταγώγιον.. ευσεβείας πρόμαχος. Πατέρων αξιάγαστος και Διδασκάλων συνόμιλος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου