Περί
σχίσματος κληρικῶν ἀπὸ τῶν ἰδίων
Ἐπισκόπων.
Τὰς τῶν αἱρετικῶν ζιζανίων ἐπισπορὰς ἐν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ὁ παμπόνηρος καταβαλών καὶ ταύτας ὁρῶν τῇ μαχαίρᾳ τοῦ Πνεύματος τεμνομένας προῤῥίζους, ἐφ΄ ἑτέραν ἦλθε μεθοδείας ὁδόν, τῇ τῶν σχισματικῶν μανίᾳ τὸ τοῦ Χριστοῦ σῶμα μερίζειν ἐπιχειρῶν. Ἀλλὰ καὶ ταύτην αὐτοῦ τὴν ἐπιβουλὴν ἡ ἁγία σύνοδος ἀναστέλλουσα παντελῶς, ὥρισε τοῦ λοιποῦ, ἵνα, εἴ τις πρεσβύτερος ἢ διάκονος, ὡς δῆθεν ἐπὶ ἐγκλήμασί τισι τοῦ οἰκείου κατεγνωκὼς ἐπισκόπου, πρὸ συνοδικῆς διαγνώσεως καὶ ἐξετάσεως καὶ τῆς ἐπ' αὐτῷ τελείας κατακρίσεως ἀποστῆναι τολμήσοι τῆς αὐτοῦ κοινωνίας καὶ τὸ ὄνομα αὐτοῦ ἐν ταῖς ἱεραῖς τῶν λειτουργιῶν εὐχαῖς, κατὰ τὸ παραδεδομένον τῇ Ἐκκλησίᾳ, μὴ ἀναφέροι, τοῦτον ὑποκεῖσθαι καθαιρέσει καὶ πάσης ἱερατικῆς ἀποστερεῖσθαι τιμῆς. Ὁ γὰρ ἐν πρεσβυτέρου τάξει τεταγμένος καὶ τῶν μητροπολιτῶν ἁρπάζων τὴν κρίσιν καὶ πρὸ κρίσεως αὐτὸς κατακρίνων, ὅσον τὸ ἐπ' αὐτῷ, τὸν οἰκεῖον πατέρα καὶ ἐπίσκοπον, οὗτος οὐδὲ τῆς τοῦ πρεσβυτέρου ἐστὶν ἄξιος τιμῆς ἢ ὀνομασίας. Οἱ δὲ τούτῳ συνεπόμενοι, εἰ μὲν τῶν ἱερωμένων εἶέν τινες, καὶ αὐτοὶ τῆς οἰκείας τιμῆς ἐκπιπτέτωσαν, εἰ δέ μοναχοὶ ἢ λαϊκοί, ἀφοριζέσθωσαν παντελῶς τῆς ᾽Εκκλησίας, μέχρις ἄν, τὴν πρὸς τοὺς σχισματικοὺς συνάφειαν διαπτύσαντες, πρὸς τὸν οἰκεῖον ἐπίσκοπον ἐπιστραφεῖεν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου