Μακάριος εκείνος όστις θέλει φυλάξη και κρατήση έως τέλους την αμώμητον και αγίαν ημών Ορθόδοξον Πίστιν, την Πίστιν της Μιάς του Χριστού και Μητρός ημών Αγίας Καθολικής και Αποστολικής Εκκλησίας, και υπομείνει τας διαφόρους θλίψεις, φυλακάς ή και εξορίας και λοιπάς κακώσεις. Ο τοιούτος θέλει στεφανωθή και συναριθμηθή μετά των Ομολογητών και Μαρτύρων. ( Βρεσθένης Ματθαίος νουθετική επιστολή 1936) ΟΙ ΑΝΑΡΤΗΣΕΙΣ ΣΤΟ ΙΣΤΟΛΟΓΙΟ ΓΙΝΟΝΤΑΙ ΜΕ ΤΗΝ ΕΥΘΥΝΗ ΤΟΥ ΔΙΑΧΕΙΡΙΣΤΟΥ.
Αναζήτηση αυτού του ιστολογίου
Πέμπτη 11 Νοεμβρίου 2021
ΟΡΟΣ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΣΥΝΟΔΟΥ ΤΟΥ 1755 ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ (ΛΑΤΙΝΙΚΟΥ ΡΑΝΤΙΣΜΑΤΟΣ)
ΟΡΟΣ ΤΗΣ ΠΑΝΟΡΘΟΔΟΞΟΥ ΙΕΡΑΣ ΣΥΝΟΔΟΥ ΤΟΥ 1755 ΠΕΡΙ ΤΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ
«῞Ορος» τῆς ῾Αγίας τοῦ Χριστοῦ ᾿Ορθοδόξου ᾿Εκκλησίας περὶ τοῦ Λατινικοῦ ψευδοβαπτίσματος * ἐν ἔτει 1755
ΠΟΛΛΩΝ ὄντων τῶν μέσων, δι᾿ ὧν τῆς σωτηρίας ἡμῶν ἀξιούμεθα καὶ τούτων, ὡς εἰπεῖν, κλιμακηδὸν ἀλληλενδέτων καὶ ἀλληλουχουμένων ὄντων, ἅτε δὴ πάντων πρὸς τὸ αὐτὸ τέλος ἀφορώντων, πρῶτόν ἐστι τὸ τοῖς ἱεροῖς ᾿Αποστόλοις θεοπαράδοτον Βάπτισμα, οἷα δὴ τῶν λοιπῶν τούτου χωρίς ἀπρακτούντων· «ἐὰν γάρ τις μὴ γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· ἔδει καὶ γὰρ ἀναγκαίως, τῆς πρώτης γεννήσεως ἐπὶ τὸν θνητὸν τουτονὶ βίον παραγαγούσης τὸν ἄνθρωπον, γέννησιν ἑτέραν ἐξευρεθῆναι καὶ τρόπον μυστικώτερον, μήτε ἀπὸ φθορᾶς ἀρχόμενον, μήτε εἰς φθορὰν καταλήγοντα, δι᾿ οὗ γένοιτ᾿ ἂν ἡμῖν δυνατὸν μιμήσασθαι τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν ᾿Ιησοῦν Χριστόν. Τὸ γὰρ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τοῦ βαπτίσματος ἐν τάξει μήτρας λαμβάνεται, καὶ τόκος τῷ τικτομένῳ γίνεται, ᾗ φησιν ὁ Χρυσόστομος· τὸ δὲ ἐν τῷ ὕδατι ἐπιφοιτῶν Πνεῦμα ἐν τάξει Θεοῦ τὸ ἔμβρυον διαπλάττοντος· καὶ ὥσπερ ἐκεῖνος μετὰ τὴν ἐν τάφῳ κατάθεσιν τριταῖος ἐπὶ τὴν ζωὴν ἀνεφοίτησεν, οὕτως οἱ πιστεύοντες, ἀντὶ τῆς γῆς, τὸ ὕδωρ ὑποδυόμενοι, ἐν τρισὶ καταδύσεσι τὴν τριήμερον ἑαυτοῖς χάριν τῆς ᾿Αναστάσεως ἐξεικονίζουσιν, ἁγιαζομένου τοῦ ὕδατος τῇ ἐπιφοιτήσει τοῦ παναγίου Πνεύματος, ὡς ἂν τῷ μὲν φαινομένῳ ὕδατι τὸ σῶμα φωτίζοιτο, τῷ δὲ ἀοράτῳ Πνεύματι τὸν ἁγιασμὸν ἡ ψυχὴ λήψαιτο· ὡς γὰρ τὸ ἐν τῷ λέβητι ὕδωρ τῆς τοῦ πυρὸς μεταλαμβάνει θερμότητος, οὕτω τὸ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος εἰς θείαν μεταστοιχειοῦται δύναμιν, καθαῖρον μὲν καὶ υἱοθεσίας ἀξιοῦν τοὺς οὕτω βαπτιζομένους, τοὺς δὲ ἄλλως πως τελουμένους, ἀντὶ καθάρσεως καὶ υἱοθεσίας ἀκαθάρτους καὶ σκότους υἱοὺς ἀποφαῖνον.
᾿Επειδὴ τοιγαροῦν πρὸ χρόνων ἤδη τριῶν ζήτημα ἀνεφύη, εἰ τὰ παρὰ τὴν παράδοσιν τῶν ἁγίων ᾿Αποστόλων καὶ θείων Πατέρων καὶ παρὰ τὴν συνήθειαν καὶ διαταγὴν τῆς Καθολικῆς καὶ ᾿Αποστολικῆς ᾿Εκκλησίας ἐπιτελούμενα βαπτίσματα τῶν αἱρετικῶν δεκτά ἐστι, προσερχομένων ἡμῖν, ἡμεῖς, ἅτε θείῳ ἐλέει τῇ ὀρθοδόξῳ ᾿Εκκλησίᾳ ἐντραφέντες, καὶ τοῖς κανόσι τῶν ἱερῶν ᾿Αποστόλων καὶ θείων Πατέρων ἑπόμενοι, καὶ μίαν μόνην γινώσκοντες τὴν ἡμετέραν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ᾿Εκκλησίαν, καὶ ταύτης τὰ Μυστήρια, ἑπομένως καὶ τὸ θεῖον Βάπτισμα, ἀποδεχόμενοι, τὰ δὲ ὑπὸ τῶν αἱρετικῶν, ὅσα μὴ ὡς τὸ Πνεῦμα τὸ ἅγιον τοῖς ἱεροῖς ᾿Αποστόλοις διετάξατο καὶ ἡ ᾿Εκκλησία τοῦ Χριστοῦ μέχρι τῆς σήμερον ποιεῖ, ἐπιτελούμενα, ἐφευρέματα ἀνθρώπων διεφθαρμένων ὄντα, ὡς ἀλλόκοτα καὶ τῆς ἀποστολικῆς ὅλης παραδόσεως ἀλλότρια γινώσκοντες, ἀποστρεφόμεθα κοινῇ διαγνώσει. Καὶ τοὺς ἐξ αὐτῶν ἡμῖν προσερχομένους ὡς ἀνιέρους καὶ ἀβαπτίστους δεχόμεθα, ἑπόμενοι τῷ Κυρίῳ ἡμῶν ᾿Ιησοῦ Χριστῷ τῷ τοῖς μαθηταῖς αὐτοῦ ἐντειλαμένῳ βαπτίζειν «εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος»· τοῖς τε ἱεροῖς καὶ θείοις ᾿Αποστόλοις, διαταττομένοις ἐν τρισὶ καταδύσεσι καὶ ἀναδύσεσι τοὺς προσερχομένους βαπτίζειν καὶ ἐν ἑκάστῃ τῶν καταδύσεων ἕν ὄνομα ἐπιλέγειν τῆς ἁγίας Τριάδος· τῷ τε ἱερῷ καὶ ἰσαποστόλῳ Διονυσίῳ λέγοντι· «τρὶς ἐν κολυμβήθρᾳ ὕδωρ καὶ ἔλαιον ἡγιασμένα ἐχούσῃ τὸν προσερχόμενον παντὸς ἀμφίου γεγυμνωμένον βαπτίζειν, τὴν τρισσὴν τῆς θείας μακαριότητος ἐπιβοήσαντα ὑπόστασιν, καὶ εὐθὺς τῷ θεουργικωτάτῳ μύρῳ τὸν βαπτισθέντα ἐπισφραγίζειν, καὶ μέτοχον ἀποφαίνειν λοιπὸν τῆς ἱεροτελεστικωτάτης εὐχαριστίας»· τῇ τε Δευτέρᾳ καὶ Πενθέκτη ἁγίαις Οἰκουμενικαῖς Συνόδοις, διαταττομέναις τοὺς μὴ βαπτιζομένους εἰς τρεῖς ἀναδύσεις καὶ καταδύσεις καὶ ἐν ἑκάστῃ τῶν καταδύσεων μίαν ἐπίκλησιν τῶν θείων ὑποστάσεων μὴ ἐπιβοῶντας, ἀλλ᾿ ἄλλως πως βαπτιζομένους ὡς ἀβαπτίστους προσδέχεσθαι τῇ ὀρθοδοξίᾳ προσιόντας.
Τούτοις τοίνυν τοῖς θείοις καὶ ἱεροῖς διατάγμασιν ἑπόμενοι καὶ ἡμεῖς, τὰ μὲν τῶν αἱρετικῶν βαπτίσματα, ὡς ἀπάδοντα καὶ ἀλλότρια τῆς ἀποστολικῆς θείας διατάξεως καὶ ὕδατα ἀνόνητα, ὡς ὁ ἱερὸς ᾿Αμβρόσιος καὶ ὁ μέγας φησὶν ᾿Αθανάσιος, καὶ ἁγιασμὸν μηδένα παρέχοντα τοῖς ταῦτα δεχομένοις, καὶ πρὸς κάθαρσιν ἁμαρτημάτων οὐδὲν ὠφελοῦντα, ἀπόβλητα καὶ ἀποτρόπαια ἡγούμεθα. Τοὺς δ᾿ ἐξ αὐτῶν ἀβαπτίστως βαπτιζομένους ὡς ἀβαπτίστους ἀποδεχόμεθα, προσερχομένους τῇ ὀρθοδόξῳ πίστει, καὶ ἀκινδύνως αὐτοὺς βαπτίζομεν, κατὰ τοὺς ἀποστολικοὺς καὶ συνοδικοὺς κανόνας, οἷς ἀραρότως ἐπιστηρίζεται ἡ ἁγία τοῦ Χριστοῦ καὶ ἀποστολικὴ καὶ καθολικὴ ᾿Εκκλησία, ἡ κοινὴ μήτηρ πάντων ἡμῶν. Καὶ ἐπὶ ταύτῃ τῇ κοινῇ ἡμῶν διαγνώσει καὶ ἀποφάνσει σφραγίζομεν τὸν ῞Ορον ἡμῶν τοῦτον, ταῖς ἀποστολικαῖς καὶ συνοδικαῖς διαταγαῖς συνάδοντα, διαβεβαιοῦντες αὐτὸν δι᾿ ἡμετέρων ὑπογραφῶν.
᾿Εν ἔτει σωτηρίῳ
ʹαψνεʹ.
+ Κύριλλος ἐλέῳ Θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως Νέας Ρώμης καὶ οἰκουμενικὸς Πατριάρχης.
+ Ματθαῖος ἐλέῳ Θεοῦ πάπας καὶ πατριάρχης τῆς μεγάλης πόλεως ᾿Αλεξανδρείας και κριτὴς τῆς Οἰκουμένης.
+ Παρθένιος ἐλέῳ Θεοῦ πατριάρχης τῆς ἁγίας πόλεως ῾Ιερουσαλὴμ καὶ πάσης Παλαιστίνης.
Отсюда: http://entoytwnika.blogspot.com/2009/11/1755.html
Ο ΟΡΟΣ ΑΥΤΟΣ ΠΡΕΠΕΙ ΝΑ ΕΦΑΡΜΟΣΘΗ ΣΗΜΕΡΟΝ ΔΙΑ ΤΟ ΤΩΝ ΝΕΟΗΜΕΡΟΛΟΓΙΤΩΝ ΡΑΝΤΙΣΜΑ, ΣΥΝΩΔΑ ΚΑΙ ΤΗ ΑΠΟΦΑΣΕΙ ΤΗΣ ΙΕΡΑΣ ΣΥΝΟΔΟΥ ΤΟΥ 1983, ΚΑΘΩΣ ΟΙΚΟΥΜΕΝΙΣΤΙΚΗ ΚΑΙ ΠΑΠΙΚΗ ΕΠΙΔΡΑΣΕΙ ΤΟ ΤΩΝ ΝΕΟΜΕΡΟΛΟΓΙΤΩΝ "ΒΑΠΤΙΣΜΑ" ΔΕΝ ΕΙΝΑΙ ΚΑΝ ΒΑΠΤΙΣΜΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΑΛΛΑ ΡΑΝΤΙΣΜΑ, ΗΤΟΙ ΨΕΥΔΟΒΑΠΤΙΣΜΑ.
Posted on Jan. 1st, 2011 at 06:17 pm | Link | Leave a comment | 4 comments | Share
Tired of ads? Upgrade to account with Professional package of service and never see ads again!
Comments
kirykos
ΜΟΝΟΝ ΤΟ ΒΑΠΤΙΣΜΑ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΡΟΥ ΧΡΙΣΤΟΥ ΦΩΤΙΖΕΙ,
ΠΟΛΛΩΝ ὄντων τῶν μέσων, δι᾿ ὧν τῆς σωτηρίας ἡμῶν ἀξιούμεθα καὶ τούτων, ὡς εἰπεῖν, κλιμακηδὸν ἀλληλενδέτων καὶ ἀλληλουχουμένων ὄντων, ἅτε δὴ πάντων πρὸς τὸ αὐτὸ τέλος ἀφορώντων, πρῶτόν ἐστι τὸ τοῖς ἱεροῖς ᾿Αποστόλοις θεοπαράδοτον Βάπτισμα, οἷα δὴ τῶν λοιπῶν τούτου χωρίς ἀπρακτούντων· «ἐὰν γάρ τις μὴ γεννηθῇ, φησίν, ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν»· ἔδει καὶ γὰρ ἀναγκαίως, τῆς πρώτης γεννήσεως ἐπὶ τὸν θνητὸν τουτονὶ βίον παραγαγούσης τὸν ἄνθρωπον, γέννησιν ἑτέραν ἐξευρεθῆναι καὶ τρόπον μυστικώτερον, μήτε ἀπὸ φθορᾶς ἀρχόμενον, μήτε εἰς φθορὰν καταλήγοντα, δι᾿ οὗ γένοιτ᾿ ἂν ἡμῖν δυνατὸν μιμήσασθαι τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν ᾿Ιησοῦν Χριστόν. Τὸ γὰρ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τοῦ βαπτίσματος ἐν τάξει μήτρας λαμβάνεται, καὶ τόκος τῷ τικτομένῳ γίνεται, ᾗ φησιν ὁ Χρυσόστομος· τὸ δὲ ἐν τῷ ὕδατι ἐπιφοιτῶν Πνεῦμα ἐν τάξει Θεοῦ τὸ ἔμβρυον διαπλάττοντος· καὶ ὥσπερ ἐκεῖνος μετὰ τὴν ἐν τάφῳ κατάθεσιν τριταῖος ἐπὶ τὴν ζωὴν ἀνεφοίτησεν, οὕτως οἱ πιστεύοντες, ἀντὶ τῆς γῆς, τὸ ὕδωρ ὑποδυόμενοι, ἐν τρισὶ καταδύσεσι τὴν τριήμερον ἑαυτοῖς χάριν τῆς ᾿Αναστάσεως ἐξεικονίζουσιν, ἁγιαζομένου τοῦ ὕδατος τῇ ἐπιφοιτήσει τοῦ παναγίου Πνεύματος, ὡς ἂν τῷ μὲν φαινομένῳ ὕδατι τὸ σῶμα φωτίζοιτο, τῷ δὲ ἀοράτῳ Πνεύματι τὸν ἁγιασμὸν ἡ ψυχὴ λήψαιτο· ὡς γὰρ τὸ ἐν τῷ λέβητι ὕδωρ τῆς τοῦ πυρὸς μεταλαμβάνει θερμότητος, οὕτω τὸ ἐν τῇ κολυμβήθρᾳ ὕδωρ τῇ ἐνεργείᾳ τοῦ Πνεύματος εἰς θείαν μεταστοιχειοῦται δύναμιν, καθαῖρον μὲν καὶ υἱοθεσίας ἀξιοῦν τοὺς οὕτω βαπτιζομένους, τοὺς δὲ ἄλλως πως τελουμένους, ἀντὶ καθάρσεως καὶ υἱοθεσίας ἀκαθάρτους καὶ σκότους υἱοὺς ἀποφαῖνον.
Posted on Jan. 1st, 2011 08:53 am (UTC) | Link | Thread | Reply
kirykos
ΠΩΣ ΤΟΥ ΠΩΣ ΔΕΚΤΕΟΝ ΤΟΥΣ ΑΙΡΕΤΙΚΟΥΣ (ΚΑΝΩΝ Ζ΄ Ζ΄ ΟΙΚΟΥΜ
Κανών ζ’ της εν Κωνσταντινουπόλει Β’ Οικουμενικής Συνόδου (381)
Περὶ τοῦ πῶς δεκτέον τοὺς αἱρετικούς: Τοὺς προστιθεμένους τῇ Ὀρθοδοξία καὶ τῇ μερίδι τῶν σῳζομένων, ἀπὸ αἱρετικῶν, δεχόμεθα κατὰ τὴν ὑποτεταγμένην ἀκολουθίαν καὶ συνήθειαν. Ἀρειανοὺς μέν, καὶ Μακεδονιανούς, καὶ Σαββατιανούς, καὶ Ναυατιανούς, τοὺς λέγοντας ἑαυτοὺς Καθαροὺς καὶ Ἀριστερούς, καὶ τοὺς Τεσσαρασκαιδεκατίτας, εἴτουν Τετραδίτας, καὶ Ἀπολλιναριστὰς δεχόμεθα διδόντας λιβέλλους, καὶ ἀναθεματίζοντας πᾶσαν αἵρεσιν μὴ φρονοῦσαν, ὡς φρονεῖ ἡ Ἁγία τοῦ Θεοῦ Καθολικὴ καὶ Ἀποστολικὴ Ἐκκλησία καὶ σφραγιζομένους, ἤτοι χριομένους, πρῶτον τῷ ἁγίῳ μύρῳ τό τε μέτωπον, καὶ τοὺς ὀφθαλμούς, καὶ τὰς ῥῖνας, καὶ τὸ στόμα, καὶ τὰ ὦτα· καὶ σφραγίζοντες αὐτούς, λέγομεν· Σφραγὶς δωρεὰς Πνεύματος ἁγίου, Εὐνομιανοὺς μέντοι τοὺς εἰς μίαν κατάδυσιν βαπτιζομένους, καὶ Μοντανιστάς, τοὺς ἐνταῦθα λεγομένους Φρύγας, καὶ Σαβελλιανούς, τοὺς υἱοπατορίαν διδάσκοντας, καὶ ἕτερά τινα καὶ χαλεπὰ ποιοῦντας, καὶ τὰς ἄλλας πάσας αἱρέσεις, (ἐπειδὴ πολλοῦ εἰσιν ἐνταῦθα, μάλιστα οἱ ἀπὸ τῶν Γαλάτων χώρας ὁρμώμενοι), πάντας τοὺς ὑπ᾿ αὐτῶν θέλοντας προστίθεσθαι τῇ Ὀρθοδοξία, ὡς Ἕλληνας δεχόμεθα· καὶ τὴν πρώτην ἡμέραν ποιοῦμεν αὐτοὺς Χριστιανούς, τὴν δὲ δευτέραν κατηχουμένους· εἴτα τῇ τρίτῃ ἐξορκίζομεν αὐτούς, μετὰ τοῦ ἐμφυσᾶν τρίτον εἰς τὸ πρόσωπον, καὶ εἰς τὰ ὦτα, καὶ οὕτω κατηχοῦμεν αὐτούς, καὶ ποιοῦμεν χρονίζειν εἰς τὴν ἐκκλησίαν, καὶ ἀκροᾶσθαι τῶν γραφῶν, καὶ τότε αὐτοὺς βαπτίζομεν.
(Ἀμ. Σ. Ἀλιβιζάτου, Οἱ ἱεροὶ Κανόνες καὶ οἱ ἐκκλησιαστικοὶ Νόμοι, ἐν Ἀθήναις 1949, σ. 38).
Posted on Jan. 2nd, 2011 03:07 am (UTC) | Link | Thread | Reply
(Anonymous)
ΑΣΧΕΤΟ ΜΕ ΤΟ ΕΝ ΛΟΓΩ ΘΕΜΑ, ΑΛΛΑ ΚΑΤΙ ΠΟΥ ΑΦΟΡΑ ΟΛΟΥΣ
http://diadiktyakaepikairakeimena.blogspot.com/.../mega.html
Posted on Jan. 2nd, 2011 11:29 pm (UTC) | Link | Thread | Reply
kirykos
ΤΟ ΒΑΠΤΙΣΜΑ ΤΩΝ ΑΙΡΕΤΙΚΩΝ ΚΑΙ ΣΧΙΣΜΑΤΙΚΩΝ
Τό θέμα αὐτό τοῦ «βαπτίσματος τῶν αἱρετικῶν καί τῶν σχισματικῶν» ἀπησχόλησε τήν ἀκαινοτόμητον γνησίαν ὀρθόδοξον Ἐκκλησίαν ἀπό τῆς δημιουργίας τοῦ νεοημερολογιτικοῦ σχίσματος. Τήν ἀπησχόλησε διττῶς καί ὅσον ἀφορᾶ τήν ἀντιμετώπισιν τοῦ «βαπτίσματος» τῶν Παπικῶν, εἰς τούς ὁποίους κυρίως ἀναφέρεται ὁ Ἅγιος Νικόδημος, τό ὁποῖον οὐδέποτε ἔκαμε δεκτόν, ἀλλά καί τοῦ «βαπτίσματος» τῶν νεοημερολογιτῶν, οἱ ὁποῖοι πέραν τοῦ ὅτι κατέστησαν ἀπ’ ἀρχῆς σχισματοαιρετικοί καί λατινόφρονες (διότι ὁ νεοημερολογιτισμός εἶναι καταδεδικασμένος ὑπό Πανορθοδόξων Συνόδων καί ἀπό τό πλήρωμα τῆς Ἐκκλησίας ὡς «φραγκιά», ἀλλά εἰσήχθη καί ὡς οἰκουμενισμός).
Εἶναι ἀποδεδειγμένον, ὅτι οἱ νεοημερολογῖται ἐμφορούμενοι ἀπό τό πνεῦμα τοῦ παποοικουμενισμοῦ καί ἀπό τόν φόβον «μή πνίξουν τό παιδί» κατήργησαν τόν ὀρθόδοξον τύπον τοῦ βαπτίσματος καί ἐφαρμόζουν τό παπικόν ράντισμα ἤ τό δι’ ἐπιχύσεως, τά ὁποῖα, σύμφωνα μέ τήν διδασκαλίαν τῆς Ἐκκλησίας τήν ὁποίαν συνοψίζει εἰς τό ἱερόν Πηδάλιον ὁ ἅγιος Νικόδημος, πρέπει νά ἐπαναλαμβάνωνται.
Ἐν ἔτει 1983 ἡ Ἱερά Σύνοδος τῆς ἀκαινοτομήτου γνησίας Ὀρθοδόξου Ἐκκλησίας, ἐξέδωσε ἀπόφασιν διά τό πῶς γίνεται δεκτόν τό «διά ραντίσματος ἤ δι’ ἐπιχύσεως βάπτισμα» τῶν νεοημερολογιτῶν. Κατά τήν ἀπόφασιν, ἐφ΄ ὅσον δέν ἔγιναν κανονικά αἱ τρεῖς καταδύσεις καί ἀναδύσεις, τό «βάπτισμα» εἶναι ἄδεκτον καί ἐπαναλαμβάνεται
Posted on Jan. 3rd, 2011 04:47 am (UTC) | Link | Thread | Reply
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου