Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 25 Ιουλίου 2022

ΩΔΗ Γ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΟΝΟΥΦΡΙΟΝ

ΑΠΟ ΤΟΝ ΠΑΡΑΚΛΗΤΙΚΟΝ ΚΑΝΟΝΑ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΟΝΟΥΦΡΙΟΝ ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος Ὀρφανῶν ἀνεδείχθης, καταφυγὴ Ὅσιε, καὶ τῶν ἀσθενούντων προστάτης ὁ ἀπαράμιλλος, διὸ προσέρχονταί σοι, τῶν Ὀρθοδόξων χορείαι, καὶ αἰτοῦσιν πάντιμε, τὴν μεσιτείαν σου. Λυτρωτὴν τῶν ἀνθρώπων, καὶ Πλαστουργὸν ἔνδοξε, σὲ καθικετεύω ὁ τάλας, σὺ ἐξευμένισον, ἵνα ῥυσθῶ τοῦ πυρός, τοῦ αἰωνίου παμμάκαρ, καὶ ἰδεῖν τὸν Κύριον, κἀμὲ ἀξίωσον. Τὴν εἰρήνην παράσχου, ἡμῖν ἀξιάγαστε, καὶ τὰς τῶν ἐχθρῶν ἐπιθέσεις ἀποσκοράκισον, ἵνα διάγωμεν νῦν, ἐν ἡσυχίᾳ καὶ πίστει, καὶ Χριστὸν δοξάζοντες, θεῖε Ὀνούφριε. Θεοτοκίον Ὀρθοδόξων ἐδείχθης, καταφυγὴ Δέσποινα, καὶ τῶν μοναζόντων τὸ κλέος, Θεομακάριστε, τῶν ἀσθενούντων ἀεί, σὺ ἰατρὸς καὶ προστάτης, καὶ χηρῶν ὑπέρμαχος, ἀκατανίκητος. Διάσωσον, ἀπὸ κινδύνων Ὀνούφριε σοὺς ἱκέτας, ὅτι πάντες σεμνοπρεπῶς, εἰς σὲ καταφεύγομεν, τὸν φύλακα πάντων τῶν Ὀρθοδόξων. Ἐπιβλεψον ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου