Αναζήτηση αυτού του ιστολογίου

Δευτέρα 16 Σεπτεμβρίου 2024

Ο ΔΟΓΜΑΤΙΚΟΣ ΟΡΟΣ ΤΗΣ ΑΓΙΑΣ Ζ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ ΕΚ ΤΟΥ ΟΠΟΙΟΥ ΟΥΔΕΜΙΑ ΠΑΡΕΚΚΛΗΣΙΣ ΕΠΙΤΡΕΠΕΤΑΙ

Ἡ ἐν Νικαίᾳ τῷ δεύτερον ἀγία καὶ οἰκουμενικὴ ἑβδόμη σύνοδος, Πρᾶξις Ζ´, Ὅρος τῆς Ἁγίας μεγάλης καὶ οἰκουμενικῆς ἐν Νικαίᾳ συνόδου τὸ δεύτερον. «καὶ συνελόντες φαμὲν, ἁπάσας τὰς ἐκκλησιαστικὰς ἐγγράφως ἤ ἀγράφως τεθεσπισμένας ἡμῖν παραδόσεις ἀκαινοτομήτως φυλάττομεν• ὧν μία ἐστὶ καὶ ἡ τῆς εἰκονικῆς ἀναζωγραφήσεως ἐκτύπωσις, ὡς τῇ ἱστορίᾳ τοῦ εὐαγγελικοῦ κηρύγματος συνᾴδουσα, πρὸς πίστωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν τοῦ Θεοῦ λόγου ἐνανθρωπήσεως, καὶ εἰς ὁμοίαν λυσιτέλειαν ἡμῖν χρησιμεύουσα. Τὰ γὰρ ἀλλήλων δηλωτικά, ἀναμφιβόλως καὶ τάς ἀλλήλων ἔχουσιν ἐμφάσεις. τούτων οὕτως ἐχόντων, τὴν βασιλικὴν ὥσπερ ἐρχόμενοι τρίβον, ἐπακολουθοῦντες τῇ θεηγόρῳ διδασκαλία τῶν ἁγίων πατέρων ἡμῶν, καὶ τῇ παραδόσει τῆς καθολικῆς• τοῦ ἐν αὐτῇ οἰκήσαντος ἁγίου πνεύματος εἶναι ταύτην γινώσκομεν• ὁρίζομεν σὺν ἀκριβείᾳ πάσῃ καὶ ἐμμελείᾳ παραπλησίως τῷ τύπῳ τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἀνατίθεσθαι τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας, τὰς ἐκ χρωμάτων καὶ ψηφῖδος καὶ ἑτέρας ὕλης ἐπιτηδείως ἐχούσης ἐν ταῖς ἁγίαις τοῦ Θεοῦ ἐκκλησίαις, ἐν ἱερεῖς σκεύεσι καὶ ἐσθῆσι, τοίχοις τε καὶ σανίσιν, οἴκοις τε καὶ ὁδοῖς• ΤΗΣ ΤΕ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ ΕΙΚΟΝΟΣ, ΚΑΙ ΤΗΣ ΑΧΡΑΝΤΟΥ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΤΗΣ ΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ, ΤΙΜΙΩΝ ΤΕ ΑΓΓΕΛΩΝ, ΚΑΙ ΠΑΝΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΟΣΙΩΝ ΑΝΔΡΩΝ.»

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου