Αναζήτηση αυτού του ιστολογίου

Σάββατο 24 Οκτωβρίου 2026

ΠΑΝΑΓΙΑ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑ: "ΝΕΝΙΚΗΝΤΑΙ ΤΗΣ ΦΥΣΕΩΣ ΟΙ ΟΡΟΙ"

ΚΑΘΙΣΜΑΤΑ Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ. Ἀνατέταλκεν ἰδού, σήμερον ἔαρ νοητόν, ἐν εὐσήμῳ ἑορτῇ τῆς Θεοτόκου καὶ τερπνῶς, εὐωδιάζει τὴν Νῆσον τῶν Κυθηραίων· χάριν ἐφαπλοῖ, τὴν Οὐράνιον, πᾶσι τοῖς φαιδρῶς ἐορτάζουσι, καὶ τὴν Αὐτῆς Εἰκόνα προσκυνοῦσι, τὴν σεβασμίαν καὶ μέλπουσι· Παρθένε χαῖρε, τῶν Κυθηραίων, δόξα τεῖχος καὶ σκἐπη. Δόξα. Ὀμοιον. Κολυμβήθρα Σιλωάμ, τοῖς Κυθηραίοις ἀληθῶς, ἀνεδείχθη καὶ πηγὴ, τῶν ἰαμάτων ὁ Ναός, τῆς Παναγίας ΠαρΘένου ἐν Μυρτιδίοις, λύσιν γὰρ ἐκεῖ, ὁ παράλυτος, νόσου τῶν δεσμῶν ἐκομίσατο, καὶ σὺν αὐτῷ σκιρτῶσιν αἱ χορεῖαι, τῶν ἰαθέντων καὶ μέλπουσι· Παρθένε χαῖρε, τῶν ἰαμάτων, κρῆνη ὄντως πλουσία. Καὶ νῦν. Ὀμοιον. Ἐξ εὐνοίας Σου πολλῆς, τῷ Κυθηραίων εὐσεβεῖ, ἀπεκάλυψας λαῷ τὴν Σὴν Εἰκόνα θαυμαστῶς, στεφανουμένην τοῖς ἄνθεσι τῆς μυρσίνης, κρήνην δαψιλῆ τῶν ἰάσεων, χάριτος πηγήν, ὡς ἀκένωτον˙ εὐχαριστοῦντες ὅθεν Σοι τὸν ὕμνον χαρμονικῶς ἀναμέλπομεν· Παρθένε χαῖρε, τῶν Κυθηραίων, θεῖον ἄφθιτον κλέος. Τῆς β΄ Στιχολογίας. Ἦχος γ΄. Τὴν ὡραιότητα. Σήμερον ἅπασα, Νῆσος ἀγάλλεται, τῆ πανηγύρει Σου, Θεοχαρίτωτε, καὶ ἐν κυμβάλοις ψαλμικοῖς, βοᾶ Σοι εὐφραινομένη˙ Χαῖρε ἡ ἀπόπληκτον, θαυμαστῶς θεραπεύσασα, Χαῖρε ἡ τοῖς κάμνουσι, δωρουμένη τὴν ἴασιν· Κυθήρων χαῖρε δόξα καὶ κλέος, χαῖρε ἡ Κεχαριτωμένη. Δόξα. Ὀμοιον. Νῦν προφητόφθεγκτος, ρῆσις πεπλήρωται, ἀντὶ κονίζης γάρ, ἀνέβη εὔοσμος, μυρσίνη δεῖγμα θεϊκῆς, εὐνοίας Κυθήρων Νήσῳ˙ αὕτη εὐσεβείᾳ γάρ, κοσμουμένη ἠξίωται, ὄλβον ὡς Οὐράνιον, τὴν Εἰκόνα Σου δέξασθαι, Παρθένε καὶ συμφώνως βοᾶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη. Καὶ νῦν. Ὀμοιον. Ἐπισκιάσει Σου, ἡ πρώην ἄσημος, νησὶς δεδόξασται, Ἄχραντε Δέσποινα, τῶν Κυθηραίων ταύτῃ γάρ, παρέσχες τὴν Σὴν Εἰκόνα· θεῖον ὡς θησαύρισμα, καὶ πηγὴν ἁγιάσματος, ὄθεν Ἀειπάρθενε, συγκαλεῖ, Κτίσιν ἄπασαν, συμφώνως Σοι τὸν ὕμνον βοῆσαι· Χαῖρε ἡ Κεχαριτωμένη. Ο ΚΑΝΩΝ Οὖ ἡ Ἀκροστιχὶς, ἄνευ τῶν Εἱρμῶν, Κυθηραίων ὑμνῶ Μυρτιδιώτισσαν κλέος. ᾨδὴ α΄ Ἦχος α΄. Ὁ Εἱρμὸς. Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεής, Παρθένε Μνήμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ἄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται. Καλλιεπείας παράσχου λόγον, ὁ τῆς Σοφίας χορηγός, ἐξ ὕψους πέμπων μοι, Θρόνου τοῦ ἀστέκτου Σου, Σοφίαν πάρεδρον Χριστέ, ὅπως ἄσω ἐν ὠδαῖς, τὴν Κυθηραίων Προστάτιν, καὶ Σὴν Ἄχραντον ὑπερφυῶς, Μητέρα ὅτι δεδόξασται. Ὑμνολογεῖ Σε Κυθήρων Νήσου, ὁ ευλαβέστατος λαός, ἐνθέοις ἄσμασιν, ὅτι τὴν Εἰκόνα Σου, νῦν ἐφανέρωσας αὐτῷ, καὶ ἐξίσταται ὁρῶν, τὴν ἐπ’ αὐτῷ εὔνοιάν Σου· πηγήν Σε γάρ πάντων ἀγαθῶν, γινώσκει Ἄχραντε Δέσποινα. Δόξα. Θαυματουργοῦσα βραβεύεις ρῶσιν, τῷ παραλύτῳ ὑπὲρ νοῦν, Παρθένε Ἄχραντε, πίστει δεομένῳ Σου, ἐν Μυρτιδίων τῷ Ναῷ καὶ ὡς ἔλαφος σκιρτῶν, ὑμνολογεῖ Σου τὸ θαῦμα πηγὴν ἄφθονον τῶν δωρεῶν, κηρύττων καὶ μεγαλύνων Σὲ. Καὶ νῦν. Ἠμφιεσμένη τὴν θείαν δόξαν, τῶν Κυθηραίων ἡ νησίς, ἡ πρώην ἄδοξος, ὤφθη τῆς Εἰκὁνος Σου, τῆ φανερώσει θαυμαστῶς, καὶ κινδύνων διὰ Σοῦ, καί πειρασμῶν ἐκλυτροῦται· διὸ ὕμνον Σοι ἀναβοᾷ ἐνδόξως ὅτι δεδόξασται. ᾨδὴ γ΄. Ὁ Εἱρμὸς. Ἡ δηιμιουργικὴ καὶ συνεκτικὴ τῶν ἀπάντων, Θεοῦ Σοφία καὶ Δύναμις ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ˙ μόνος γὰρ εἶ Ἅγιος, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος. Ρωσθεὶς ὑπερφυῶς ὁ ἀποπληξίᾳ νοσήσας, λαοῦ πανδήμοις δεήσεσιν, ἐκβοᾷ σὺν δάκρυσιν, εὐγνωμοσύνης δόξα Σοι Χριστὲ, ὅτι τὴν Τεκοῦσαν Σὲ, τῶν ἰαμάτων πηγὴν ἀνέδειξας. Ἀνάσσουσα τῆς Γῆς καὶ τῶν Οὐρανῶν ἐν Ὑψίστοις, τῇ Σῇ προνοίᾳ ἡὐδόκησας, Κυθηραίων Δέσποινα, ἐπισκιᾶσαι Νῆσον ταπεινήν, ὅθεν Σὲ γεραίρουσα ὑμνολογεῖ Σου τὴν συγκατάβασιν. Δόξα. Ἰᾶσαι θαυμαστῶς, τῆς παραφροσύνης ἱκέτην, τὴν Σὴν αἰτοῦντα βοήθειαν˙ Σὲ γὰρ εἶδεν Ἄχραντε ὑπερφυῶς κατ’ ὄναρ ἐν νυκτὶ, σώφρων ὅθεν γέγονεν, ἐγκωμιάζων τὴν εὐσπλαχνίαν Σου. Καὶ νῦν. Ὠλώλυξε δεινῶς τῶν πειρατευόντων τὰ στίφη, τῇ Σῇ δυνάμει ὀλλύμενα· ἡ δὲ Νῆσος ἅπασα εὐγνωμονοῦσα ὕμνους Σοι βοᾷ, τεῖχος ἀπροσμάχητον, κατ’ ἐναντίων ὁμολογοῦσα Σε. Μικρὰ Συναπτὴ καὶ Ἐκφώνηισις Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἡ Ὑπακοή Μακαρίζομέν Σε πᾶσαι αἱ γενεαὶ Κυθηραίων Παρθένε, την Σὴν γάρ χαριτόβρυτον Εἰκόνα ἡμῖν φανερῶσαι ηὐδόκησας. Μακάριοι ἐσμέν κραταιὰν προστασίαν Σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπέρ ἡμῶν, καί χαρίτων Σου ἡμᾶς πάντας πληροῖς, ὥσπερ Μήτηρ φιλόστοργος· δι’ ὃ ἀνυμνοῦντες βοῶμεν Σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ. ᾨδὴ δ΄. Ὁ Εἱρμὸς. Ρήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωοιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ Σοι ἄβυσσος ἐν ἀγαλλιάσει· τῇ δυνάμειΣου δόξα Φιλάνθρωπε. Ναύτας ἐλυτρώσω τοῦ κλύδωνος, πρὸς ὅρμον ὁδηγήσασα, τῶν Μυρτιδίων θαυμαστῶς Μήτηρ γὰρ ὑπάρχεις, Χριστοῦ τοῦ λύοντος κλύδωνας, πανισχύρῳ νεύματι. Ὧπερ ἐκβοῶμεν· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε. Ὕδωρ γῇ διψώσῃ κατήγαγες, αὐχμόν τε διεσκέδασας, λιτανευόντων Σου πιστῶς, πάνσεπτον Εἰκόνα, Ἁγνὴ Θεόνυμφε Δέσποινα, Κυθηραίων πάντοτε καὶ δοξολογούντων, ὡς πηγήν Σε θαυμάτων ἀείρροον. Δόξα. Μέλαιναν μορφὴν τῆς Εἰκόνος Σου, πολλάκις ἐνεφάνισας, ἀλλοιουμένην θαυμαστῶς, κύκλῳ τοὺς ἐστῶτας γλυκὺ προσβλέπουσαν Δέσποινα καὶ πίστῶς τὸν ὕμνον Σοι μέλποντας ἐν φόβῳ· τῇ δυνάμει Σου δόξα Θεόνυμφε. Καὶ νῦν. Νέαν ἑορτὴν, συστησάμενοι, φαιδρῶς, ἀνευφημοῦμέν Σε, την φανερώσασαν ἡμῖν, δεῖγμα ὡς εὐνοίας, τὴν Σὴν Εἰκόνα τὴν Ἄχραντον, προσκυνοῦντες ταύτην δὲ ἀνυμνολογοῦμεν, τὴν πολλὴν πρὸς ἡμᾶς εὐσπλαγχνίαν Σου. ᾨδὴ ε΄. Ὁ Εἱρμὸς. Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν Σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον καὶ ἐνυπόστατον. Λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ σωματωθεὶς ἀνέτειλας ἥλιος. Ὡς θεῖον κειμήλιον ὄντως, τὴν ἱεράν Σου Εἰκόνα κεκτήμεθα, τῶν Κυθηραίων τὰ πλήθη καὶ διάσωσμα, ἣν ἐν μυρσίναις ἡμῖν ἀπεκάλυψας, καὶ ἐδωρήσω θαυμαστῶς· ὅθεν ὕμνοις και ὠδαῖς, πνευματικαῖς ὑμνοῦμέν Σε Δέσποινα. Μυρσίνης φυτὸν τὸ ὡραῖον, νῦν ἐπαγάλλου σὲ γὰρ ἡρετίσατο, ἡ Θεοτόκος ὡς Θρόνον καὶ παλάτιον, τοῦ παναγίου Αὐτῆς Εἰκονίσματος, καὶ θαυμαστῶς ἁγιασθέν, τὴν Βασίλισσαν φαιδρῶς, τῷ τῶν σῶν κλάδων ἤχῳ μεγάλυνε. Δόξα. Ὑψόθεν πεσὼν ἑπὶ λίθων, «Μυρτιδιώτισσα» κράζει «βοήθει μοι», ὁ παιδιαῖς ταῖς ποικίλαις ριπταζὸμενος, καὶ θαυμαστῶς διασώζεται Δέσποινα, Σὺ γὰρ ἐπέστης ταχεινή, εἰς βοήθειαν αὑτοῦ, ὄθεν ὑμνῶν κηρύττει τὸ θαῦμά Σου. Καὶ νῦν. Ρημάτων Προφήτου Παρθένε, νῦν ἐπ’ ἐσχατων ὁρῶμεν τὴν ἔκβασιν, ὑπερυψώθη φυτὸν γάρ τὸ πανεύοσμον τῶν μυρσινῶν τὴν Εἰκόνα δεξάμενον τὴν ἱεράν Σου καὶ λαμπρόν, οἰκητήριον αὐτῆς, ἀναδειχθὲν καὶ θρόνος καὶ σύμβολον. ᾨδὴ ς΄. Ὁ Εἱρμὸς. Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ τῆς τριημέρου ταφῆς Σου τὸ προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γάρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα˙ θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε. Τάραχον βιωτικῶν φροντίδων ἐκκλίνωμεν νῦν, τῶν Κυθηραίων τὰ πλήθη καὶ πρὸς τὸν Ἅγιον, δεῦτε Ναὸν Μυρτιδίων ἀναδράμωμεν· ἑστιάτωρ γὰρ ἡ Χαριτώνυμος, δαψιλής ὑπαρχει, ἅπασι προτιθεμένη χάριν την ἄφθονον. Ἴασιν ἀσθενειῶν, καὶ νόσων πηγάζεις ἀεί, τοῖς ἀσθενοῦσι Παρθένε καὶ τῷ πανσέπτῳ Σου, πίστει ναῷ Μυρτιδίων καταφεύγουσι˙ σεσωσμένοι δὲ τῇ εὐσπλαγχνίᾳ Σου, ἀνιάνων νόσων, ὕμνον Σοι μετὰ φωνῆς αἰνέσεως ἅδουσι. Δόξα. Δάκρυσιν ὑμνολογεῖ, το θαῦμα ἐγγύθεν βληθείς, τῇ πυροβόλου βολίδι ὁ εὐλαβέστατος, οὗ τῆς φωνῆς ἐπακούσασα διέσωσας˙ ἡ βολὶς γὰρ μόνου τοῦ ἐνδύματος, ἀψαμένη μόλις, ἄθικτον ὑπερφυῶς Παρθένε κατέλιπε. Καὶ νῦν. Ἴθυνον πρὸς τοῦ Θεοῦ, τὰς τρίβους, πορείας ἡμῶν, τῶν Σὲ προστάτιν εἰδότων Θεοχαρίτωτε, θείῳ φωτί διανοίας καταυγάζουσα, Οὐρανῶν τε δόξης καταξίωσον, τοὺς θερμῇ τῇ πίστει, ὕμνον Σοι μετά φωνῆς αἰνέσεως ἄδοντας. Μικρὰ Συναπτὴ καὶ Εκφώνησης Σὺ γὰρ εἶ ὁ Βασιλεύς. ΚΟΝΤΑΚΙΟΝ Ἦχος γ΄. Ἡ Παρθένος σήμερον. Ὡς λαμπρὸν διάδημα, καὶ θεοδώρητον στέφος, τὴν σεπτὴν Εἰκόνα Σου, τῶν Κυθηραίων ἡ Νὴσος, κέκτηται τὴν ἐν μυρσίναις φανερωθεῖσαν Δέσποινα Θεοχαρίτωτε καί συμφώνως, Σοὶ τὸν ὕμνον ἀναμέλπει· Παρθένε χαῖρε πάντων ἡμῶν ἡ χαρά. Ο ΟΙΚΟΣ Πειρωμένῳ μοι νῦν διηγήσασθαι Τά κλεινά Σου Παρθένε τεράστια, Οὐρανόθεν σοφίαν κατάπεμψον Ἡ ἀσόφους ἐνθέως σοφίζουσα Καὶ πηγὴ τῆς σοφίας ὑπάρχουσα, Καὶ σαφῶς ἐν ἀνοίξει του στόματος Χάριν λόγου παράσχου μοι Δέσποινα, Ὅπως ἄσω ἐν ὕμνοις γηθόμενος Τῆς σεπτῆς Σου Εἰκόνος τὴν εὕρεσιν, Ἥν εὐνοίας ὡς δεῖγμα δεδώρησαι Κυθηραίων τῇ Νήσῳ Θεόνυμφε. Καὶ παράσχου ἐξ ὕψους μοι δύναμιν Παραλύτου ὑμνεῖν τὴν ἀνόρθωσιν, Ἀποπλήκτου τὴν ἄρρητον ἴασιν, Ναυτικῶν ἐν κινδύνοις διάσωσιν, Κεραυνῶν καὶ πυρὸς τὴν κατάσβεσιν, Λοιμικῶν νοσημάτων ἀπέλασιν, Πειρατῶν προσβολῶν τὴν ἀπόκρουσιν, Ἀνομβρίας αὐχμοῦ τὴν κατάπαυσιν, Ἀνιάτως νοσούντων τὴν ἴασιν. Καὶ τὸ πλῆθος ἑτέρων θαυμάτων Σου, Δι' ὧν σκέπη, Προστάτις καὶ Πρόμαχος, Πολιοῦχος στερρὰ καὶ Προπύργιον, Εὐεργέτις καὶ Μήτηρ φιλόστοργος Κυθηραίων Λαοῦ ἀναδέδειξαι. Ὅθεν πίστει καὶ πόθῳ τὴν ἄπειρον Ἀνυμνῶν πρὸς ἡμᾶς εὐσπλαγχνίαν Σου, Ἐν ψυχῆς κατανύξει κραυγάζω Σοι. Παρθένε χαῖρε, πάντων ἡμῶν ἡ χαρά. ΜΗΝΟΛΟΓΙΟΝ Τῇ ΚΔ΄ τοῦ Μηνός Σεπτεμβρίου , ἀνάμνησιν ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης, Ἔνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐξ οὖ καὶ Μυρτιδιωτίσσης, τῆς ὑπερφυοῦς ἰάσεως τοῦ Παραλύτου καὶ πάντων τῶν ἀπείρων θαυμάτων, ἅτινα δι' αὐτῆς πᾶσι τοῖς Κυθηραίοις καὶ λοιποῖς μετὰ πίστεως ἐπικαλεσαμένοις τὴν χάριν Αὐτῆς κατὰ καιροὺς ἐτελέσθησαν. Στίχος. Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων Τὴν τῆς Νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν. Πηγὴν θαυμάτων εἰκάδι ἀοίδῳ ἀμφὶ τετάρτῃ. ᾨδὴ ζ΄. Ὁ Εἱρμὸς. Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ δρόσιζε, τῷ θυμῷ δέ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν Ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὡσαννά Σοι κράζει ὁ λαός, Νήσου πάσης Θεοχαρίτωτε, ἐν τῇ θείᾳ μνήμῃ Σου, τὰ βαΐα κατέχων, τῆς μυρσίνης ἐν χερσί, καὶ τὴν Εἰκόνα τὴν Σήν ἐν πίστει κατασπαζόμενος· καὶ Χριστῷ τὸν ὕμνον συμφώνως βοᾷ· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Τεραστίου ξένου καὶ φρικτοῦ, κήρυξ γέγονε Θεονύμφευτε, ὁ νοσῶν ἱκέτης Σου, Σὲ γὰρ εἴδε κατ’ ὅναρ, Οὐρανίῳ Δικαστῇ προσφθεγγομένην ἐν παρρησίᾳ καὶ τὴν ἀπόφασιν, τοῦ θανάτου φεύγει καὶ χαίρων βοᾷ˙ ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Δόξα. Ἰταμῶς προσψαύει τὴν μορφήν, Σῆς Εἰκόνος τὴν παναιδέσιμον, τῷ δακτύλῳ ἄπιστος, καὶ ἀχρεῖός Σου δοῦλος, ὅν εὐθέως τιμωρεῖς, ἀκατασχέτῳ ροῇ αἱμάτων τῇ ἐκ του τραύματος· μετανοίᾳ ὅθεν βοᾷ συσχεθείς· ὁ δεδοξασμένος τῶν Πατερων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Καὶ νῦν. Στρατιώτας σώζεις ἀσινεῖς, Φρούριόν τε τὸ ἐν τῇ, Πόλει Σου, κεραυνοῦ πεδήσασα, τὸ πυρίπνοον μένος ὡς Μητρὶ γὰρ τοῦ Θεοῦ, καὶ τῶν ἀψύχων στοιχείων φύσις καθυπακούει Σοι καὶ βοᾷ Κυθήρων λαὸς ἐν χαρᾷ· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η΄. Ὁ Εἱρμὸς. Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι καὶ υπερυψοῦμεν, εἰς πάντας τοῦς αἰῶνας. Στόλους ἀπίστων ἐκδιώκεις, καὶ πληρώματα Πανύμνητε, σώζουσα τὴν Νῆσον θαυμαστῶς πᾶσαν ἀσινῆ τῶν Κυθηραίων δεινοῦ ὀλέθρου καὶ λεῃλασίας, χαρὰν δὲ πᾶσιν, ὑπὲρ νοῦν, βλυστάνουσα τοῖς μέλπουσι˙ τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἄναιαν θαύματι ἰᾶσαι, καὶ μανίαν ἐπικίνδυνον, δείξασα Παρθένε θαυμαστῶς δοῦλόν Σου τὸν πρίν, ἐν τοῖς ἄβατοις κρημνοῖς πλανώμενον νῦν σωφρονοῦντα, Εἰκόνος ἔμπροσθεν τῆς Σῆς, καὶ πίστει ἀναμέλποντα τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Εὐλογοῦμεν Πατέρα, Υἱόν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον. Νᾶμα ζωῆς καὶ σωτηρίας δαψιλῶς Θεοχαρίτωτε βρύει Σου ὀ Πάντιμος Ναὸς πᾶσι τοῖς πιστοῖς, ὃν εὐλαβῶς Σοι λαὸς ἀνὴγειρε τῶν Κυθηραίων, ἐν ὧ ἐστῶτες, ἐν θερμῇ τῇ πίστει ἀναμέλπομεν τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν οἱ λελυτρωμένοι καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Καὶ νῦν. Κήρυξ τρανὸς τοῦ τεραστίου, Θεοτὸκε ἀναδέδεικται, νεύρων ὁ τῇ νόσῳ συσχεθεὶς ἔτεσι τρισί, καὶ θαυμαστῶς ὑγιὴς γενόμενος ἐν τῷ Ναῷ Σου, χαρᾶς τε θείας ἐμπλησθείς, τὸ θαῦμά Σου ἐδόξαζε, τὸν Δημιουργὸν μέλπων ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. ΚΑΤΑΒΑΣΙΑΙ ᾨδὴ α΄. Πεποικιλμένῃ τῇ θείᾳ δόξῃ, ἡ ἱερά καὶ εὐκλεής Παρθὲνε μνὴμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστοὺς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ἄδοντας, Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται. ᾨδὴ γ΄. Ἡ δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἀπαντων, Θεοῦ Σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἷ Ἅγιος, ὁ ἐν Ἀγίοις ἀναπαυόμενος. ᾨδὴ δ΄. Ρήσεις προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ Σοι ἄβυσσος ἐν ἀγαλλιάσει· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε. ᾨδὴ ε΄. Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν Σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον καὶ ἐνυπὸστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος. ᾨδὴ ς΄. Ἅλιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου Ταφῆς Σου τὸ προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα· θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε. ᾨδὴ ζ΄. Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν Ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. ᾨδὴ η΄. Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον. Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δέ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι· τὸν Δημιουργὸν μὸνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἡ Τιμιωτέρα οὐ στιχολγεῖται ἀλλ’ ἀντὶ ταῦτης ψάλλεται ἡ ἐννάτη ᾠδὴ τοῦ Κανόνος μετὰ τῶν Μεγαλυναρίων. ᾨδὴ θ΄. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε Ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάζνατος. Ἡ μετὰ τοκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σώζοις ἀεὶ Θεοτοκε, τὴν κληρονομίαν Σου. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων. Λαμπρότερον ἡλίου καταυγάζει, ἐνδόξως, ἀνατείλασα, Κυθηραίων τήν Νῆσον, ἡ φαιδρά Σου καὶ θεία πανήγυρις, καὶ θυμικῆς εὐφροσύνης, ἀποπληροῖ τοὺς βοῶντας˙ σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων. Ἐξ ὕψους ἐφ ἡμᾶς ἐν εὐσπλαγχνίᾳ, Παρθένε νῦν ἐπίβλεψον, ἐφαπλοῦσα τὴν χάριν, ἰαμάτων ψυχῆς τε καὶ σώματος, καὶ συμπαθῶς δεχομένη, Σῶν ὑμνητῶν τὰς δεήσεις, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων. Ὀρθρίζοντες φαιδρῶς ἐν τῷ Ναῷ Σου μυρσίνης κλάδοις στέφομεν, τὴν σεπτήν Σου Εἰκόνα, καί αὐτὴν προσκυνοῦντες δεόμεθα· ὡς Μητρικὴν παρρησίαν, πρὸς τὸν Θεὸν κεκτημένη, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων. Σωθῆναι τοὺς Προστάτιν Σε εἰδότας, τὸν Σὸν Υἱόν ἱκέτευε, Οὐρανῶν Βασιλείας, μετὰ πότμον τυχεῖν καταξίωσον, Σοὺς ὑμνητάς ἐν Ὑψίστοις, σὺν τοῖς Ἀγγέλοις καὶ ταύτην, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε. Δόξα. Τριαδικὸν. Μεγάλυνον ψυχή μου, τὴν Θεαρχικωτάτην, Τριάδα ἐν Μινάδι, Πατέρα Λόγον Πνεῦμα. Συμφώνως τὴν ὑπέρθεον Τριάδα, Πατέρα τὸν προάναρχον, τὸν Συνάναρχον Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα ὑμνήσωμεν, τῶν Κυθηραίων τὰ πλήθη, ἐν εὐφροσύνῃ, βοῶντα· σῶζε λιταῖς τῆς Παρθένου, Νῆσον τὴν τιμῶσάν Σε. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων. Κηρύττουσιν ἐν στόμασι μυρίοις, τὰ θαύματά Σου Δέσποινα, τιμαλφέστατοι λίθοι, ἡρμοσμένοι τῇ, θείᾳ Εἰκόνι Σου, ἀναθημάτων τε πλήθη, ὡς γὰρ φιλόστοργος Μήτηρ, σώζεις ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε. Καταβασία θ΄ ᾠδῆς. Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων. Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε Ἄχραντε, παρθενεύει γὰρ Τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετά τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σώζοις ἀεὶ Θεοτόκε τὴν κληρονομίαν Σου. Μικρὰ Συναπτὴ καὶ Ἐκφώνησις Ὅτι Σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις. Ἐξαποστειλάριον ψάλλομεν ἐκ τρίτου. Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων. Φωτί Σου λαμπρυνομένη, τῶν Κυθηραίων ἡ Νῆσος, καὶ τὴν λαμπρὰν ἑορτήν Σου, πανηγυρίζουσα πόθῳ Παρθένε χαῖρε Μαρία, ἐν εὐφροσύνη βοᾷ Σοι. ΟΙ ΑΙΝΟΙ Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα προσόμπια. Ἦχος δ΄. Ὡς γενναίον ἐν Μάρτυσιν. Ἀσματόπλοκον στέφανον, τῇ. Παρθένῳ προσοίσωμεν, Κυθηραῖοι σήμερον ἀγαλλόμενοι, Ταύτης φαιδρῶς ἑορτάζοντες, Εἰκόνος τὴν εὕρεσιν, ἣν κειμήλιον σεπτόν, κεκτημένοι βοήσωμεν, ἀναμέλποντες· τοὺς τιμῶντάς Σε σῶζε Κυθηραίους, ταῖς ἁγίαις Σου πρεσβείαις Θεοχαρίτωτε Δέσποινα. Ἀδοξίας τῆς πρότερον, ἐλυτρώσω τὴν Νῆσόν Σου, καὶ εἰς δόξαν ἔνθεον ἀνεβίβασας, ταύτῃ τὴν θείαν Εἰκόνα Σου, λαμπρῶς φανερώσασα, ἐξ εὐόσμων μυρσινῶν, καὶ θαυμάτων ταῖς λάμψεσι, καταυγάζουσα, Κυθηραίους Προστάτιν Σε εἰδότας, καὶ φαιδρῶς Σέ ἀνυμνοῦντας, Θεοχαρίτωτε Δέσποινα. Παραλύτῳ ἀνόρθωσιν, ἀποπλήκτῳ τὴν ἴασιν, θαυμαστῶς ἐβράβευσας τῇ Εἰκόνι Σου· Νήσου μακρὰν ἀπεδίωξας, λοιμὸν τὸν πανώλεθρον, καὶ βουλὰς τῶν Πειρατῶν, ὡς ὰρά Πειρατῶν, ὡς ἀράχνην διέλυσας, εὐτεκνίαν τε, γυναιξὶ στειρευούσαις ἐδωρήσω, καὶ νοσοῦσι τὴν ὑγείαν, Θεοχαρίτωτε Δέσποινα. Ὥσπερ Μήτηρ φιλόστοργος, εὐσπλαγχνίας τε πέλαγος, καὶ ἐλέους ἄβυσσος τοὺς προστρέχοντας, πίστει Ναὸν εἰς τὸν Θεῖόν Σου, πληροῖς εὐφροσύνης τε, καὶ γαλήνης ψυχικῆς, ἐφαπλοῦσα τὴν χάριν Σου τὴν σωτήριον, ἐπὶ πάντας τοὺς πόθῳ προσκυνοῦντας, τὴν ἁγίαν Σου Εἰκόνα, Θεοχαρίτωτε Δέσποινα. Δόξα. Καὶ νῦν. Ἦχος πλ α΄. Ἐν εὐσήμῳ ἡμέρᾳ τῆς ἐνδόξου Σου Μνήμης, Κεχαριτωμένη Θεόνυμφε, κυθηραῖοι ἅπαντες οἵ τε ἐν τῇ Νήσῳ καὶ οἱ πόρρῳ αὐτῆς διατρίβοντες, ἐν τῷ πανσέπτῳ τῶν Μυρτιδίων Σου Ναῷ οἱ μὲν αἰσθητῶς, οἱ δέ νοερῶς παρίστανται· καὶ κλάδους αἴροντες μυρσινῶν πανευόσμων, τῆς Τιμίας Εἰκὸνος Σου σύμβολα, ταύτην τε μετ’ εὐλαβείας κυκλοῦντες, ἐν ἀγαλλιάσει ψυχῆς ἀναμέλπουσι· Χαῖρε ἡ ὡς ἀετὸς χρυσοπτέρυξ ἡμᾶς ὑπὸ τὰς πτέρυγάς Σου ἐπισυνάγουσα καὶ περιθάλπουσα· Χαῖρε ἡ τὴν σεπτήν Σου Εἰκόνα ὡς Οὐράνιον ὄλβον ἡμῖν δωρησαμένη, καὶ δι’ αὐτῆς τὰς δωρεάς Σου ἡμῖν ἀεννάως προχέουσα· Χαῖρε ἡ πληθὺν ἰαμάτων καὶ τῶν θαυμάτων ἡμῖν, ὑπερφυῶς ἐπομβρίζουσα, καὶ τοὺς θερμῶς Σε φωνοῦντας παντὸς κινδύνου ἐξαίρουσα. Ἀλλ’ ὦ Πανύμνητε Θεοτόκε Παρθένε, Κυθηραίων ἡ δόξα, ὑπὲρ ἡμῶν τὸν ἐκ Σοῦ γεννηθέντα ἱκέτευε, ὅπως δωρήσηται ἡμῖν ἱλασμὸν τῶν πταισμάτων, καὶ Βασιλείαν τὴν Οὐράνιον. Δοξολογία Μεγάλη. Ἀπολυτίκιον Λαοὶ νῦν κροτήσωμεν. Ἀπὀλυσις τοῦ Ὄρθρου. ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ Τὰ Ἀντίφωνα τῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου