Μακάριος εκείνος όστις θέλει φυλάξη και κρατήση έως τέλους την αμώμητον και αγίαν ημών Ορθόδοξον Πίστιν, την Πίστιν της Μιάς του Χριστού και Μητρός ημών Αγίας Καθολικής και Αποστολικής Εκκλησίας, και υπομείνει τας διαφόρους θλίψεις, φυλακάς ή και εξορίας και λοιπάς κακώσεις. Ο τοιούτος θέλει στεφανωθή και συναριθμηθή μετά των Ομολογητών και Μαρτύρων. ( Βρεσθένης Ματθαίος νουθετική επιστολή 1936) ΟΙ ΑΝΑΡΤΗΣΕΙΣ ΣΤΟ ΙΣΤΟΛΟΓΙΟ ΓΙΝΟΝΤΑΙ ΜΕ ΤΗΝ ΕΥΘΥΝΗ ΤΟΥ ΔΙΑΧΕΙΡΙΣΤΟΥ.
Αναζήτηση αυτού του ιστολογίου
Δευτέρα 18 Μαΐου 2026
ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΑΡΑΣΚΕΥΗΝ ΤΗΝ ΕΠΙΒΑΤΗΝΗΝ
ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΑΡΑΣΚΕΥΗΝ ΤΗΝ ΕΠΙΒΑΤΗΝΗΝ
ΠΑΡΑΚΛΗΣΙΣ ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΑΡΑΣΚΕΥΗΝ ΤΗΝ ΕΠΙΒΑΤΗΝΗΝ ΤΗΣ ΟΠΟΙΑΣ ΤΟ ΙΕΡΟΝ ΛΕΙΨΑΝΟΝ ΕΥΡΙΣΚΕΤΑΙ ΕΙΣ ΤΟ ΙΑΣΙΟΝ ΤΗΣ ΡΟΥΜΑΝΙΑΣ ΜΟΛΔΑΓΙΑΣ... ΕΙΘΕ ΝΑ ΑΞΙΩΘΟΥΜΕ ΝΑ ΠΡΟΣΚΥΝΗΣΟΥΜΕ ΤΟ ΑΓΙΟΝ ΛΕΙΨΑΝΟΝ ΤΗΣ ΚΑΤΑ ΤΗΝ ΜΕΤΑΒΑΣΙΝ ΜΑΣ ΑΥΤΗΝ ΤΗΝ ΕΒΔΟΜΑΔΑ ΕΙΣ ΡΟΥΜΑΝΙΑΝ. ΑΓΙΑ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ. Ο ΜΕΣΟΓΑΙΑΣ ΛΑΥΡΕΩΤΙΚΗΣ ΚΑΙ ΑΧΑΡΝΩΝ ΚΗΡΥΚΟΣ.
Εὐλογητός, Κύριε εἰσάκουσον, Θεὸς Κύριος καὶ τὸ Τροπάριον, ἦχος β΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Παρασκευὴν τὴν πανσεβάσμιον νύμφην, τοῦ Οὐρανίου καὶ ἀφθάρτου Νυμφίου, περιχαρῶς συνδράμωμεν ὑμνῆσαι οἱ πιστοί, αὕτη γὰρ ὑπέρμαχος ἐκ Θεοῦ ἐδωρήθη, πᾶσι τοῖς δοξάζουσι, τὴν αὐτῆς πολιτείαν, καὶ ἰαμάτων βρύει ποταμούς, τοῖς μετὰ πόθου τὰ λείψανα σέβουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Ὁ Ν΄ ψαλμός καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀμέσως τῷ θρόνῳ τοῦ Παντουργοῦ, Μῆτερ παρεστῶσα ἱκεσίαις ὑπὲρ ἡμῶν, προσάγαγε τούτῳ ἵνα πᾶσι, τοῖς τῶν πταισμάτων δωρήσῃ συγχώρησιν.
Ἰὸν τὸν τοῦ ὄφεως πεπτωκώς, θανάτου ταῖς πύλαις προσπελάσας τε ἀληθῶς, πηγὴ τῆς ζωῆς ἡ ἐντρυφῶσα, σαῖς ἱκεσίαις μὲ ζώωσον ἔνδοξε.
Νοός μου Ὁσία τὰς ἐκτροπάς, καὶ τὰς καταιγίδας τῶν ἀτόπων μου λογισμῶν, στῆσον σῶσον ταῖς λιταῖς σου, ἵνα μὴ μὲ εἰς ᾍδην καθελκύσωσι.
Θεοτοκίον.
Ὁ βίος μου ἅπας ἐν ἡδοναῖς, καὶ ἐν πονηρίαις μεματαίωται ἀληθῶς, σὺ δὲ ἡ τεκοῦσα τὸν Σωτῆρα, πρὸς τὴν ἔξοδόν μου σῶσον πρεσβείαις σου.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νοσημάτων παντοίων καὶ ἀλγεινῶν θλίψεων, κύματα δεινῶς ὑψωθέντα καταποντίζουσι, τὴν ἀθλίαν ψυχήν μου εἰς βάραθρον ᾍδου, Μῆτερ ταῖς πρεσβείαις σου χεῖρας μοι ὄρεξον.
Δακρυῤῥόους λιβάδας ἀπέπνιξον χάριν μοι, ἐκ τῆς καρδίας βαθέως δίδου πρεσβείαις σου, δι’ ὧν ἀπόπλυνόν μου τὰ δυσωδέστατα πάθη, ψυχῆς τε καὶ σώματος Μῆτερ ἀείμνηστε.
Ἐμαυτῷ τὰ πολλά μου ὡς συνειδὼς πταίσματα, ἄνευ κατηγόρων κατάκριτος καὶ πρὸ κρίσεως, εἰμὶ ὁ ἄθλιος, σὺ ὁ Σωτὴρ τῶν ἁπάντων φεῖσαί μου, δεήσεσι Παρασκευῆς τῆς σεμνῆς.
Θεοτοκίον.
Χαριτώνυμε Κόρη ἡ τὴν χαρὰν τέξασα, τὴν ἀναφαιρέτως δοθεῖσαν, παντὶ τῷ πλάσματι, ζόφωσιν τῆς λύπης, ἥν ὁ ἐχθρός μου ἐπάγει, ἵνα ἀπωλέσῃ με σκέδασον τάχιστα.
Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους, ὁ γὰρ Κτίστης σὲ ἀνεδέξατο καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.
Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.
Ἐπίβλεψον…
Κάθισμα. Ἦχος β΄.
Πρεσβείᾳ τῇ σῇ χρωμένη πρὸς τὸν Κύριον, τὰς νόσους ἡμῶν ἰάτρευσον ἀείμνηστε, τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ κινδύνων πάντων ἀπάλλαξον, ῥυομένη τοὺς ἱκέτας σου σεμνή, ἀνάγκης καὶ λοιμώδους φθορᾶς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θρηνωδίας με λύτρωσαι, τῆς αἰωνιζούσης τῇ μεσιτείᾳ σου, καλλιπάρθενε τὸν δοῦλόν σου, τῶν δακρύων ἄξια ἐργασάμενον.
Ἡ Θεὸν ἀγαπήσασα, ἐξ ὅλης καρδίας σου μισηθέντα με, ὑπ’ αὐτοῦ διὰ τὰ ἔργα μου, ταῖς λιταῖς σου πάλιν σὺ κατάλλαξον.
Τετραυμάτισμαι βέλεσι, δεινοῖς ἰοβόλοις τοῦ πολεμήτορος, καὶ δακρύων τὸν οἰκτρότατον, τῆς ψυχῆς μου μύρον Χριστὲ σῶσόν με.
Θεοτοκίον.
Ἰατρὸν ἡ κυήσασα, ὅς τὸ μέγα τραῦμα βροτῶν ἰάσατο, μὴ παρίδῃς τὴν καρδίαν μου, δειναῖς ἀῤῥωστίαις κινδυνεύουσαν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄλισθον δεινῶς, ἀσωτείας εἰς τὸ βάραθρον, καὶ κατακείμενος εἰς βάθος κακῶν, σοὶ βοῷ Μῆτερ μὴ ἐάσῃς ἀπωλέσθαι με.
Ἡ περικαλλής, τοῦ Χριστοῦ νύμφη ἡ ἄσπιλος, ἐμὲ τὸν κατάστικτον πληγαῖς, ἡδονῶν λιταῖς σου σῶσον, ἡ ἐξαλείψασα τὰ αἴσχη μου.
Μὴ μὲ Ἰησοῦ, ἀποῤῥίψης τοῦ προσώπου σου, διὰ τὸ μέγεθος τῶν σῶν οἰκτιρμῶν, δωρεῶν σῶσον ἱκεσίαις τῆς Ὁσίας σου.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καὶ τὴν ὑγείαν, ταῖς πρεσβείαις σου παράσχου μοι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐγένετο, ὡς γῆ ἄνυδρος ὄντως, ἡ ταλαίπωρος ψυχή μου μηδόλως, καλὸν καρπόν, ἐξισχύουσα δοῦναι, ἀλλ’ ἡ ῥανὶς τοῦ σοῦ αἵματος Κύριε, ἐνστάξασα πάσης αὐτόν, ἀπαλλάξῃ σκληρότητος Δέσποτα.
Ῥυπώσαντες, ὦ ψυχὴ τὸ ἔνδυμα, τοῦ γάμου πῶς τολμήσωμεν εἰσιέναι, σὺν τοῖς καλοῖς, διαιτυμόσιν ἀφρόνως, εἰς τὸν νυμφῶνα Χριστοῦ τὸν οὐράνιον, πῶς μὴ ῥιφθῶμεν ἐκ Θεοῦ, ὦ Ὁσία πρεσβείαις σου σῶσόν με.
Μὴ Δέσποτα, μετ’ ἐμοῦ τοῦ δούλου σου, εἰσελθεῖν καταξιώσῃς εἰς κρίσιν, εἰ γὰρ οὐδεὶς ζῶν ἐν τῷ κόσμῳ τούτῳ, δικαιωθήσεται σοῦ κατενώπιον, ἐγὼ ὁ πάντας ὑπερβάς, ἀσωτείᾳ πολλῇ πῶς ὀφθήσωμαι;
Θεοτοκίον.
Ἐξέλιπεν, ἡ ζωή μου Δέσποινα, ἐν ὁδύνῃ καὶ τὰ ἔτη μου πάντα, ἐν στεναγμοῖς, ἡ ἰσχὺς δε μου Κόρη, ἐν ἀπορίᾳ πολλῇ ἐξησθένησε, παρώργισα γὰρ τὸν Θεόν, ὅν μου ταῖς πρεσβείαις ἱλέωσαι.
Ἀπάλλαξον, ἐξ ἐπηρείας δαιμονικῆς τοὺς σοὺς δούλους, ὁ γὰρ Κτίστης σὲ ἀνεδέξατο καλλιπάρθενε, ὑπέρμαχον καὶ προστάτιν σῆς ποίμνης.
Ἐπίσκεψαι, ἡμῶν τὰς νόσους ἱλέῳ ὄμματί σου, καὶ γὰρ τὴν προστασίαν σου, ὄντως ἔχομεν Ὁσία, σωτήριον φάρμακον.
Ἄχραντε…
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Νηστείαις πολλαῖς τὸ σῶμα κατατήξασα, τὸν νοῦν πρὸς Θεὸν ἀνύψωσας μετάρσιον, καὶ ζωὴν ἀσώματον, μετὰ σώματος ἔζης ἀείμνηστε, λιποῦσα τῆς ὕλης τὸν τάραχον, διὸ νῦν ἀγάλλῃ σὺν Ἀγγέλων χοροῖς.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεως μου.
Στίχος: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατηύθυνε τὰ διαβήματά μου.
ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. Ια΄, 27-30)
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός… Ἦχος πλ. Β΄.
Εἰς σὲ καλλιπάρθενε Παρασκευή, τὰς δεήσεις ἐκχέω ἐπάκουσον, καὶ ταύτας προσάγαγε τῷ ποιήσαντι, τόλμη γὰρ ἅπασα ἐξ ἐμοῦ πέφευγε, συνειδότος τὴν αἰσχρότητα, τῶν επαράτων μου, ἔργων καὶ δεινῶν ἐνθυμήσεων, καὶ λόγων ἐξ ὧν πάντοθεν, τούτου τὰ ἐλέη παρώξυνα, καὶ νῦν βοηθείας δεόμενος αὐτοῦ τῆς κραταιᾶς, δέδοικα ὅλως αἰτήσασθαι, σὺ σεμνὴ μεσίτευσον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Λελόγισταί σοι Μῆτερ σταθερότητα γνώμης ὥσπερ πηλὸς ὁ χρυσός, διό μου τὴν καρδίαν, κλῖνον ταῖς εὐχαῖς σου, εἰς τοῦ Θεοῦ τὰ μαρτύρια, καὶ μὴ εἰς βάθος δεινόν, τὸ τῆς πλεονεξίας.
Ἐν φόβῳ τοῦ Κυρίου περιτείχισον Μῆτερ τὸ φρόνημα, τῆς σαρκὸς σκιρτῶν οἷά περ πῶλος, ἀτάκτως τε βαδίζον, καὶ βυθὸν ἐξωθεῖσαί μου, τὴν ταπεινὴν καὶ οἰκτράν, ψυχὴν Ὁσία.
Τίς μὲ ἀπολυτρώσει πυρὸς τοῦ τῆς γεέννης, καὶ σκότους τοῦ ἀφεγγοῦς τὸν ἄξιον, παντοίας ποίμνης ἡμαρτηκότα, εἰ μὴ σὺ ἡ προστάτις μου, ῥῦσαι Ὁσία Χριστοῦ, ψυχὴν ἠπορημένην.
Θεοτοκίον.
Ἰσχύϊ σου παρθένε δεινῶς τὴν παρειμένην, ταλαίπωρόν μου ψυχὴν περίσφιγξον, καὶ γάρ με κατέλιπε ἰσχύς μου, μηκέτι ποδηγοῦσα, εἰς τρίβους τοῦ Κυρίου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ τῶν Ὁσίων, κατακοσμῶν τὰς χορείας, ἀγγελικαῖς ἀγλαΐαις Σωτήρ μου, δέξαι καὶ τὰς τούτων, ὑπὲρ ἡμῶν ἐντεύξεις.
Ὑλομανοῦσαν, τῶν ἡδονῶν ταῖς ἀκάνθαις, τὴν ψυχήν μου ἔμπλησον Ὁσία, πόθῳ τοῦ Δεσπότου, καὶ δεῖξον καρποφόρον.
Κακοδοξίαν, αἱρετικῶν τὴν σὴν πόλιν, καὶ ἐθνῶν ἀλλοφύλων μανίας φύλαττε, Ὁσία λιταῖς σου εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥαθυμοτάτους, ἐκ τῆς ψυχῆς μου φροντίδας, ἀποκρύβει πάντοτε Παρθένε, ἵνα σὸν τόκον, ἐν προθυμίᾳ μέλπω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡμάρτηκα Σωτήρ μου, καὶ ἀνόμως ἅπαν τὸ τῆς ζωῆς μου διέδραμον, στάδιον ὁμολογῶ, ἀλλὰ φεῖσαι Χριστὲ τοῦ δούλου σου.
Τοὺς πίστεως προμάχους, ἡμῶν ἡγεμόνας, καὶ ἱερέων τὸν στέφανον φύλαττε, Παρασκευὴ ἐν εἰρήνῃ καὶ λαόν σου ἅπαντα.
Εἰς σὲ Τριὰς Ἁγία, πίστει προσκυνοῦντες, μοναδικῇ ἐν οὐσίᾳ θεότητος, καὶ διαιρέσει προσώπων ἀεὶ σωθείημεν.
Θεοτοκίον.
Σωτῆρα τετοκυῖα, σῶσόν με Παρθένε, τὸν ἐν ἀσώτοις βιώσαντα πράξεσι, καὶ σωτηρίας ἐλπίδα μὴ ἔχοντα.
Μεγαλυνάριον.
Τὸν τῆς ἐγκρατείας ὑπογραμμόν, καὶ τῆς ἐκκλησίας τὸν ἀένναον ποταμόν, τὴν βρύουσαν κρήνην, ἰάσεων πελάγη, Παρασκευὴ τὴν θείαν σεπτῶς τιμήσωμεν.
Ἀπόλυσις.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου