Μακάριος εκείνος όστις θέλει φυλάξη και κρατήση έως τέλους την αμώμητον και αγίαν ημών Ορθόδοξον Πίστιν, την Πίστιν της Μιάς του Χριστού και Μητρός ημών Αγίας Καθολικής και Αποστολικής Εκκλησίας, και υπομείνει τας διαφόρους θλίψεις, φυλακάς ή και εξορίας και λοιπάς κακώσεις. Ο τοιούτος θέλει στεφανωθή και συναριθμηθή μετά των Ομολογητών και Μαρτύρων. ( Βρεσθένης Ματθαίος νουθετική επιστολή 1936) ΟΙ ΑΝΑΡΤΗΣΕΙΣ ΣΤΟ ΙΣΤΟΛΟΓΙΟ ΓΙΝΟΝΤΑΙ ΜΕ ΤΗΝ ΕΥΘΥΝΗ ΤΟΥ ΔΙΑΧΕΙΡΙΣΤΟΥ.
Αναζήτηση αυτού του ιστολογίου
Τετάρτη 15 Απριλίου 2026
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΝΙΚΟΛΑΟΝ ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΜΥΡΩΝ ΤΗΣ ΛΥΚΙΑΣ
Παρακλητικός Κανών εις τον εν Αγίοις Πατέρα ημών και Θαυματουργό Νικόλαο Αρχιεπίσκοπο Μύρων της Λυκίας
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἱερεὺς καὶ μιμητὴς τοῦ Σωτῆρος, καὶ χορηγὸς τῶν δωρεῶν τῶν ἐκεῖθεν, ταῖς πρὸς Θεὸν πρεσβείαις σου προφθάνεις ἀεί, πάντας τοὺς προσφεύγοντας, τῷ ναῷ σου τῷ θείῳ, καὶ πιστῶς προστρέχοντας, τῇ ἁγίᾳ σου σκέπῃ· διὸ βοῶμεν λύτρωσαι ἡμᾶς, ἐκ τῶν κινδύνων, τρισμάκαρ Νικόλαε.
Δόξα.
Τῷ τῶν Μυρέων Ἱεράρχῃ προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες ψυχῆς πρὸς αὐτόν· ἅγιε Νικόλαε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντας οὐρανῶν, ἀξιωθῆναι, δυσώπει πανόλβιε.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαὶς εὐφημούμεν καὶ μεγαλύνομεν αὐτὴ ἐκβοώντες τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν τῇ δυνάμει σου Ὀρθοδόξων συστήματα σώσον τοῦς τιμῶντάς σε ἐξ’ ἐχθρῶν αὀράτων καὶ ἐκ κινδύνων πλείστων σὺ γὰρ ὐπάρχεις βροτῶν ἡ ἀντίληψις
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοι πειρασμοῖς, καὶ νόσοις παντοίαις, ἐταζόμενοι ἱερέ, Νικόλαε πίστει σοῦ τῇ σκέπῃ, νῦν καταφεύγομεν ὅπως σωθείημεν.
Ὡς θεῖον ποιμένα σε καὶ θερμόν, προστάτην ὑμνοῦμεν, τῶν τιμώντων σε εὐλαβῶς, καὶ προσκαλουμένων σε ἐν πίστει, οὓς περιφρούρει τρισμάκαρ Νικόλαε.
Ῥευμάτων βορβόρου με δυσωπῶ, παθῶν ψυχοφθόρων, καὶ ὠδίνων σωματικῶν, Νικόλαε μάκαρ ἀποσμήξας, σαῖς μυριπνόοις ὀδμαῖς εὐωδίασον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν σὸν Υἱόν, σὺν τῷ Νικολάῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας, υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μυριπνόοις εὐχαῖς σου τὰ τῆς ψυχῆς ἴασαι, πάθη καὶ τοῦ σώματος μάκαρ, σοφὲ Νικόλαε, ὅπως γεραίρω σε, καὶ ἐκτελῶ σου ἐκ πόθου, μνήμην τὴν ἀοίδιμον, καὶ πανσεβάσμιον.
Ἀληθῶς ὑπερβαίνει σοῦ ἡ ὀσμὴ πάνσοφε, μύρων τὰ ἀρώματα πάντα, καθάπερ γέγραπται, μάκαρ Νικόλαε· διὸ ὀσμῇ σου τῶν μύρων, πάντας εὐωδίασον, τοὺς σὲ γεραίροντας.
Ὁδηγὸν καὶ προστάτην πρὸς τὸν Θεὸν ἔνδοξε, πάντες προβαλλόμεθα Πάτερ, καὶ ἱκετεύομεν, νόσων καὶ θλίψεων, καὶ δυσμενῶν ἐπηρείας, ἱερὲ Νικόλαε, σῶζε πρεσβείαις σου.
Θεοτοκίον.
Τὸ πυρίμορφον χαῖρε τοῦ παντουργοῦ σκήνωμα, ἄνθος μυστικοῦ παραδείσου, χαῖρε ἡδύπνοον, παρέχον ἅπασι, τὴν μυστικὴν εὐωδίαν, τοῖς σὲ μακαρίζουσι, Μαρία πάνσεμνε.
Διάσωσον, ἀπὸ κινδύνων Νικόλαε τοὺς σοὺς δούλους, καὶ ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς ταχὺν ἐν δεινοῖς ἀντιλήπτορα, καὶ θερμὸν βοηθὸν ἐν ταῖς θλίψεσιν, ἱκετεύομεν θαυματουργὲ Νικόλαε, συμπαθείᾳ σου τῇ πρὶν καὶ νῦν χρησάμενος, δεινῶν παντοίων ἡμᾶς λύτρωσαι, καὶ βλάβης τοῦ ἐχθροῦ, ἵνα γεραίρομεν ἀεί, τὴν σὴν χάριν καὶ βοήθειαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱεράρχα Νικόλαε, λύτρωσαι κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως μακαρίζομεν.
Ὁ ναός σου Νικόλαε, βρύει τὰς ἰάσεις πᾶσι τοῖς χρήζουσι, καὶ διώκει ἅπαν ἄλγημα, τῶν προσκαλουμένων σε ἐκ πίστεως.
Νοσημάτων παντοίων με, καὶ θαλάσσης κλύδωνός με διάσωσον, παμμακάριστε Νικόλαε, ἵνα πόθῳ μέλπω σου τὰ θαύματα.
Θεοτοκίον.
Τῆς Μητρός σου δεήσεσι, καὶ τοῦ Νικολάου Κύριε δώρησαι, τοῖς ἱκέταις σου τὴν ἄφεσιν, τῶν πλημμελημάτων ὑπεράγαθε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Μύρα βρύει εὐώδη, σοῦ ὁ ἱερώτατος ναὸς Νικόλαε, ἐξ ὧν νῦν παράσχου, τοῖς προστρέχουσι μάκαρ ἐκ πίστεως, καὶ ἀσπαζομένοις, τὸν ἱερόν σου χαρακτῆρα, κυπρισμὸν εὐωδίας ἐκπνέοντα.
Νικολάου τοῦ θείου, ταῖς πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους σου λύτρωσαι, καὶ τῆς Βασιλείας, τῶν οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνη μακρόθυμε.
Παρεστὼς τῇ Τριάδι, Πάτερ θεοδόξαστε σοφὲ Νικόλαε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην τρισόλβιε, τοῦ ῥυσθῆναι πάντας, βιοτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης βασίλισσα, τοὺς ὑμνολογοῦντας τὸν σὸν Υἱὸν λύτρωσαι βλάβης, καὶ κακίας δεινοῦ πολεμήτορος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἕτοιμος, βοηθὸς ἐν κινδύνοις, ἰατρός τε τῶν ἐν νόσοις ποικίλαις, θεραπευτής, πάσης ἄλλης τε νόσου, καὶ τῶν ψυχῶν σωτηρίας ἐπίσημος, προστάτης καὶ πρέσβυς πρὸς Θεόν, νῦν τιμάσθω ἐν ὕμνοις Νικόλαος.
Ἐδόθη σοι, τῶν θαυμάτων δύναμις, καὶ ἰάσεων ἡ χάρις τρισμάκαρ, ἱερουργέ, ὦ Νικόλαε πάτερ· ὅθεν καὶ ζῶν καὶ θανὼν ἐπετέλεσας, θαυμάσια ὑπερφυῆ, καὶ ἐν γῇ καὶ θαλάσσῃ ἑκάστοτε.
Νοός μου, τὸ σκυθρωπὸν ἀπέλασον, καὶ καρδίας μου τὸν ζόφον τρισμάκαρ, καὶ τῶν παθῶν, δίωξον τὴν ὁμιχλήν, καὶ εὐωδίας τῶν μύρων σου πλήρωσον, Νικόλαε θαυματουργέ, παῤῥησίαν ὡς ἔχων πρὸς Κύριον.
Θεοτοκίον.
Νοσοῦσάν μου, ἀνιάτως Παρθένε, καὶ τῷ δήγματι δεινῶς πληγωθεῖσα, τοῦ πονηροῦ, τὴν καρδία μου Κόρη, τῷ δραστικῷ σου φαρμάκῳ θεράπευσον, καὶ σῶσόν με τὸν ἐπὶ σοί, πεποιθότα πανάχραντε Δέσποινα.
Διάσωσον, ἀπὸ κινδύνων Νικόλαε τοὺς σοὺς δούλους, καὶ ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν ἀναῤῥώσασθαι, Νικολάου τῷ θείῳ τεμένει προσδράμωμεν, καὶ τὴν εἰκόνα αὐτοῦ ἀσπαζόμενοι, μετὰ πόθου αὐτοῦ ἀνακράξωμεν· ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς νοσοῦντας ἰᾶσθαι, τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στίχος. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην.
(Κεφ. Ι΄, Ι-9).
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς Αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ ληστής, ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας, ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἵδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἧν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν. Ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καί λησταί, ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μέγαν ἀντιλήπτορα, σὲ κεκτημένη καυχᾶται, ἱερὲ Νικόλαε, ἡ σὴ ποίμνη ἔχουσα θεῖον οἶκόν σου, καὶ πιστῶς ᾄσμασι, τὴν σεπτήν σου μνήμην, καταστέφει καὶ γεραίρει σου, εἰκόνα πάντιμον, καὶ τὴν εὐλογίαν καρποῦταί σου, ἄνωθεν καταβαίνουσαν, διὰ τὴν πρὸς σὲ πίστιν μέγιστε, Μύρων Ἱεράρχα, ἡμῶν δὲ πολιοῦχε καὶ φωστήρ, μὴ οὖν παρίδῃς τὴν δέησιν, τῶν παρακαλούντων σε.
Σῶσον ὀ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Κραταιόν σε προστάτην ἐκ Θεοῦ εὑραμένη σοφὲ ἡ ποίμνη σου, κατέχει τὸν ναόν σου, ἰατρεῖον ἐν νόσοις, τοῖς προστρέχουσι πάντοτε, καὶ ἐπικαλουμένοις θερμῶς, τὴν σὴν βοήθειαν.
Τῶν Ἀγγέλων ὑπάρχων ἰσοστάσιος ὄντως σοφὲ Νικόλαε, σεπτῶν Ἱεραρχῶν τε, ἐκλύτρωσαι κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θαλαττίου κινδύνου καὶ τοὺς μέλλοντας θνήσκειν ἀδίκως πάνσοφε, διέσωσας προφθάσας, καὶ νῦν τοὺς σὲ τιμῶντας, περιφρούρει Νικόλαε, ἵνα τελῶμεν φαιδρῶς, σὴν μνήμην εἰς αἰῶνας.
Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ σου κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ταῖς σαῖς πρεσβείαις, τῶν ψυχῶν ἀῤῥωστίας, σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν, Νικόλαε θεόφρον.
Τῶν ἰαμάτων, σὲ συνεργὸν πᾶς τις ἔγνω, τῶν θερμῶς αἰτούντων σου τὴν χάριν, καὶ πιστῶς τιμώντων, Νικόλαε σὴν μνήμην.
Τὰ τῆς ψυχῆς μου, ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ Νικόλαε τρισμάκαρ, ὅπως σοῦ τὴν μνήμην, γεραίρω εἰς αἰῶνας.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίας ψυχήν μου, σῇ μεσιτείᾳ καταδρόσισον Κόρη, ὅπως σὲ γεραίρω, τὴν κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Νικόλαε παμμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ, σὲ μακαρίζουσιν.
Ἑκάστῳ τὰς αἰτήσεις, τὰς πρὸς σωτηρίαν, τῶν σὲ τιμώντων ἐξ ὕψους κατάπεμψον, καὶ τῶν λυπούντων τοὺς δούλους σου, ἐλευθέρωσον.
Καταύγασον τὰς κόρας, μάκαρ τῆς ψυχῆς μου, πεπηρωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας, Νικόλαε μέγιστε.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν· σὺ γὰρ ἐκύησας κόσμῳ, τὴν ἀγαλλίασιν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λειτουργὸν Κυρίου, Νικόλαον τὸν μέγαν, πάντες τιμήσωμεν.
Ὀρφανῶν προστάτην σε καὶ χηρῶν, πεινώντων τροφέα, πενομένων τε πλουτιστήν, αἰχμαλώτων ῥύστην, πλεόντων τε σωτῆρα, κεκτήμεθα τρισμάκαρ, σοφὲ Νικόλαε.
Δέχου τὰς αἰτήσεις παμβασιλεῦ, τοῦ θεράποντός σου, Νικολάου τοῦ θαυμαστοῦ· καὶ τὴν ποίμνην ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ σε.
Ὕψωσον παλάμας σου πρὸς Θεόν, ὑπὲρ τοῦ λαοῦ σου, Ἱεράρχα πάτερ σοφέ, καὶ παράσχου λύσιν, πολλῶν ἀμπλακημάτων, ῥυσθῆναι τῆς μελλούσης, φρικτῆς κολάσεως.
Νικόλαον πάντες τὸν ἰατρόν, ψυχῶν καὶ σωμάτων, εὐφημήσωμεν οἱ πιστοί· χαίροις ἱεράρχα, Μυρέων τῆς Λυκίας, περίσωζε τοὺς πίστει, σὲ μεγαλύνοντας.
Χαίροις τὸ γλυκύτατον τοῖς πιστοῖς, ὄνομα καὶ πρᾶγμα, Ἱεράρχα θαυματουργέ· χαίροις ὁ τοῦ κόσμου, μέγιστος ὄντως πρέσβυς, πρὸς τὸν Θεὸν θεόφρον, θεῖε Νικόλαε.
Δέσποινα καὶ Μῆτερ τοῦ Ἰησοῦ, καὶ Θεοῦ τῶν ὅλων, ταῖς πρεσβείαις τοῦ θαυμαστοῦ, σοφοῦ Νικολάου, ἡμῶν θείου προστάτου, παντοίων ἐκ κινδύνων, ῥῦσαι τοὺς δούλους σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι, νῦν ἔνθα ἰάματα, θαυματοβρύτου ναοῦ, Νικολάου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι, ἐκβοῶντες σοὺς δούλους, ἐκ πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων Νικόλαε.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου